Τὸ πεντάριθμον σύνταγμα, τῶν Μαρτύρων ὑμνήσωμεν, τὸν σοφὸν Ἀκίνδυνον καὶ Πηγάσιον, Ἐλπιδηφόρον Ἀφθόνιον, καὶ τὸν Ἀνεμπόδιστον, τοὺς γενναίους Ἀθλητάς, καὶ θερμοὺς ἀντιλήπτορας, τοὺς πηγάζοντας, ἀνεμπόδιστον χάριν καὶ ἐλπίδος, ἀφθονίαν ἀκινδύνως, τοῖς εὐσεβέσι παρέχοντας.
Οὐ λιμὸς οὐδὲ κίνδυνος, οὐ ζωὴ οὐδὲ θάνατος, οὐ λεβήτων βράσματα, οὐ γῆς χάσματα, οὐδὲ θηρίων τὰ στόματα, χωρίσαι δεδύνηνται, τῆς ἀγάπης τοῦ Χριστοῦ, τήν ὑμῶν καρτερόφρονες, γενναιότητα· πρὸς αὐτὸν γὰρ ἀπαύστως ἐνορῶντες, καὶ αὐτὸν μόνον ποθοῦντες, τοὺς δυσμενεῖς ἐτροπώσασθε.
Οἱ τρυφῆς ἀπολαύοντες, καὶ φωτὸς ἐμφορούμενοι, καὶ ζωὴν αἰώνιον κληρωσάμενοι, τοὺς πρὸς ὑμᾶς καταφεύγοντας, κινδύνων λυτρώσασθε, καὶ δεσμῶν καὶ φυλακῆς, καὶ παντοίας κακώσεως, τῇ θεόφρονι, πρὸς Θεὸν παρρησίᾳ κεχρημένοι, καὶ συμπάθειαν δεικνύντες, τὴν ἀληθῶς χρστομίμητον.
Σήμερον ἡ πενταυγὴς τῶν Μαρτύρων ὁμήγυρις, ὡς σελασφόρων ἀστέρων συνέλευσις, τοὺς πιστοὺς σελαγίζουσα, πρὸς μυστικὴν εὐφροσύνην ἐκάλεσεν· Οὗτοι καὶ γάρ, ὡς τοῦ νοητοῦ Ἠλίου θεράποντες, καὶ τῶν Περσικῶν καθαιρέται δογμάτων, τοὺς τῷ αἰσθητῷ Ἠλίῳ προσανέχοντας, καὶ προσκυνοῦντας τὸ πῦρ, ἐχειραγώγησαν πρὸς εὐσέβειαν, ἐκέρασαν δὲ πλήρη τὸν ἀθλοφορικὸν αὐτῶν κρατῆρα, καὶ τοῖς διὰ Χριστὸν ἐκχυθεῖσιν αἵμασιν ἔστεψαν, ἡμᾶς προτρεπόμενοι τοὺς εὐσεβείας ἐραστάς. Δεῦτε, λέγοντες, τοὺς ἀγῶνας ἡμῶν ἑστιάθητε καὶ τοὺς στεφάνους καὶ τὰ γέρα προσβλέψατε· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται, Χριστὸς ἡ ἀλήθεια ἀπεφήνατο, ἵνα κοινωνοὶ γένησθε τῶν στεφάνων ἡμῖν, καὶ πρεσβευτὰς ἡμᾶς, πρὸς Κύριον ἔχητε.