Ἔλαμψας Ἀπόστολε, φωτοειδὴς ὥσπερ ἥλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, καὶ πᾶσαν κατηύγασας, οἰκουμένην μάκαρ, τῇ θεογνωσίᾳ, καὶ ἀπεδίωξας ἀχλύν, πολυθεΐας Ματθαῖε πάνσοφε· διό σου τὴν ὑπέρφωτον, καὶ ἀξιάγαστον σήμερον, ἐκτελοῦμεν πανήγυριν, ὡς πηγὴν ἁγιάσματος.
Ἐν ὕψει καθήμενος, θεογνωσίας Ἀπόστολε, ὑπεδέξω τοῦ Πνεύματος, τὴν αἴγλην φανεῖσάν σοι, τοῦ πυρὸς ἐν εἴδει, καὶ γλώσσῃ πυρίνῃ, πᾶσαν κατέφλεξας σαφῶς, τῆς ἀσεβείας ὕλην πολύθεον· διὸ σε ὡς Ἀπόστολον, καὶ θεηγόρον γεραίρομεν, τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦντες πανήγυριν.
Ἑβρόντησας πάνσοφε, τῇ οἰκουμένῃ διδάγματα, ἱερὰ καὶ σωτήρια, καὶ πᾶσαν ἐκάθηρας, εἰδωλομανίας, τὴν κτίσιν Ματθαῖε, καὶ κατεφώτισας λαούς, Εὐαγγελίου ταῖς ἐπιλάμψεσιν, εἰδώλων τὰ τεμένη δέ, καταστρεψάμενος χάριτι, Ἐκκλησίας εἰς αἴνεσιν, τοῦ Θεοῦ ᾠκοδόμησας.
Κροτήσωμεν ἐν ᾄσμασι σήμερον πιστοί, ἐπὶ τῇ μνήμῃ τοῦ σεπτοῦ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ Ματθαίου· οὗτος γὰρ ῥίψας τὸν ζυγόν, καὶ τὸν χρυσὸν τοῦ τελωνείου, ἠκολούθησε Χριστῷ, καὶ κήρυξ τοῦ Εὐαγγελίου θεῖος ἐχρημάτισεν· ὅθεν ἐξῆλθε προφητικῶς ὁ φθόγγος αὐτοῦ, εἰς τὴν οἰκουμένην, καὶ πρεσβεύει σωθῆναι τὰς ψυχάς ἡμῶν.