Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.
Τοὺς ἀνεσπέρους φωστῆρας τοὺς λογικούς, οὐρανοὺς τοὺς λάμψαντας, ὑπὲρ ἥλιον ἐν γῇ, τοῦ Χριστοῦ τοὺς θείους Ἀθλητάς, ἐν ᾠδαῖς πνευματικαῖς πίστει τιμήσωμεν.
Ἑλληνικῆς ἀπὸ ῥίζης στειρωτικῆς, εὐθαλὴς ἐβλάστησας θεοδώρητος βλαστός, Γαλακτίων κόσμῳ τοὺς καρπούς, προβαλλόμενος τῆς σῆς ἀτρέπτου πίστεως.
Ἐπιστημόνως τὴν πίστιν τὴν πρὸς Χριστόν, ἐκζητοῦσα ἔδραμες, πρὸς ἐπίγνωσιν αὐτοῦ, καὶ τυχοῦσα θείας δωρεᾶς, Ἐπιστήμη νυμφικῶς τούτῳ νενύμφευσαι.