Γονιμώτατον σπόρον ἡ στεῖρα τὸ πρίν, Ἄννα δεξαμένη ἐκ θείας ἐλλάμψεως, παῖδα τεκεῖν ἠξίωται, τὴν τῶν πάντων κτισμάτων δεσποζουσαν.
Νῦν ἡ στεῖρα γεννῶσα βουλήσει Θεοῦ, πείθει παραδέχεσθαι Παρθένον τίκτουσαν, ἄνευ σαρκὸς θελήματος, τοῦ αὐτοῦ βουληθέντος Θεοῦ προφανῶς.
Ἐλλαμφθεὶς Ἡσαΐας τῷ Πνεύματι, τοῦ Ἰωακεὶμ καὶ τῆς Ἄννης τὸ κύημα, τόμον καινὸν ἑώρακεν, ᾧ ἐγράφη ὁ Λόγος σαρκούμενος.
Μυστηρίου προτρέχει μυστήριον· πρὶν γὰρ ἡ στειρεύουσα, χάρις γεγέννηκε, τῆς σωτηρίας πρόξενον, παρθενίας γεννήσει φανεῖσαν ἡμῖν.