Σώφρων δυάς, καθαρότητος αἴγλῃ λελαμπρυσμένη, τὴν τῆς παρθενίας τῷ θείῳ φέγγει, κατακοσμοῦσαν, τὴν στειρεύουσαν φύσιν, τῶν ἀνθρώπων ἡμῖν ἐκτέτοκεν, Ἄννα καὶ Ἰωακεὶμ οἱ θεόληπτοι.
Παρθενικόν, θεοκόσμητον θρόνον τῷ τῶν ἁπάντων, περιδεδραγμένῳ παλάμῃ θείᾳ, τῆς σωφροσύνης ἡ σεπτὴ συζυγία, καὶ θεόφρων δυὰς ἐκτέτοκεν, Ἄννα καὶ Ἰωακείμ οἱ πανεύφημοι.
Ἀνατολῆς, τῆς ἐξ ὕψους φανείσης εἰς ὁδηγίαν, τῶν πεπλανημένων τὴν φωτοφόρον, πύλην ὁ θεῖος, Ἰωακεὶμ καὶ Ἄννα, θεοφρόνως πολιτευσάμενοι, τεκεῖν οἱ θεόπται σαφῶς ἠξιώθησαν.
Νόμου καινοῦ, τὴν θεόγραφον πλάκα ἐν ᾗ τὴν λύσιν, τῶν ἁμαρτημάτων τοῦ πάλαι νόμου, ὁ θεῖος Λόγος προετύπωσε πρώην, ὡς ἐκ πέτρας νῦν ἐλατόμησε, νεύματι ὁ πάντων κρατῶν ἐκ στειρώσεως.
Αἴγλῃ τῇ σῇ, Θεομῆτορ τὸν νοῦν μου καταυγασθῆναι, τὸν ἐσκοτισμένον τῇ ἁμαρτίᾳ νεῦσον Παρθένε, τῆς ἀγνοίας τὸν ζόφον, καὶ πταισμάτων ἐξαφανίζουσα· ἄλλην γὰρ ἐκτός σου φρουρὸν οὐκ ἐπίσταμαι.