Ἀναλαβὼν τοῦ Χριστοῦ τὴν πανοπλίαν, καὶ περιζωσάμενος τὴν σὴν ὀσφὺν κραταιῶς, ἐν ἀληθείας εὐθύτητι, δικαιοσύνης, θεῖον δὲ θώρακα ἐνδυσάμενος, καὶ ὑποδυσάμενος ὡραίους πόδας σου, Εὐαγγελίου τῆς χάριτος, ἑτοιμασίᾳ, καὶ ἐπὶ πᾶσι θυρεὸν πίστεως, καὶ τὴν τοῦ Πνεύματος, θείαν μάχαιραν, ῥῆμα Θεοῦ ὦ Μητρόφανες, τοῦ ἐχθροῦ τὰ πυρφόρα, παντελῶς βέλη κατέσβεσας.
Ξενοπρεπῶς σου τὸν βίον διανύσας, τὸν ξένον γενόμενον, Χριστὸν μιμούμενος, δι' εὐσπλαγχνίαν ἀμέτρητον, ξένων χαρίτων, κατηξιώθης Πάτερ Μητρόφανες, ξένοις καὶ αὐτόχθοσι σαφῶς τὰ μέλλοντα, προαγορεύων ὡς ἔνθεος, νέος Προφήτης, ἐν γηραλέῳ ψυχῆς φρονήματι· ὅθεν τῆς κρείττονος θείας ἔτυχες, κατ ἀξίαν ξενίας ἀοίδιμε, ἱκετεύων σωθῆναι, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.
Ὁ ἐπαξίως κομήτης Κωνσταντῖνος, ὥσπερ ἑσπερώτατος προσκληθεὶς ἄνωθεν τῶν χριστωνύμων ὁ πρώτιστος, Ἄναξ ἀνάκτων, σὲ ἐξ ἑώας ἐξανατείλαντα, ἄλλον ὥσπερ ἥλιον, εὑρὼν Μητρόφανες, συναγαγὼν ὡς ἀείφωτον, χορὸν ἀστέρων, θείων Πατέρων τὸ πρῶτον ἄθροισμα, ἐν ὑψιθρόνῳ στερεώματι, Ἐκκλησίας Χριστοῦ ἐνεθρόνισε, καταυγάζειν ἀκτῖσιν, εὐσεβείας τὸ ἀνθρώπινον.
Ὑπερουράνιον ἄρτον προσκομίζων, θυσίαν ἀναίμακτον τῷ Παντοκράτορι, σαυτὸν ὡς θῦμα εὐπρόσδεκτον, ὡς Ἱεράρχης, μάκαρ προσῆξας καὶ καλλιέρημα· ὅθεν καὶ ὠσφράνθη σου τοῦ θυμιάματος, ὀσμὴν καὶ μύρον ἡδύπνοον, τὴν εὐωδίαν τῶν ἀρετῶν τε καὶ θείων πράξεων, καὶ νῦν τῷ θρόνῳ, παριστάμενος, τοῦ Σωτῆρος θυσίαν ἀναίμακτον, παρρησίᾳ προσφέρεις, καὶ φωτίζεις τοὺς ὑμνοῦντάς σε.
Μητρὸς παμφαοῦς, ὦ Μητρόφανες σοφέ, τῆς Ἐκκλησίας Χριστοῦ, Πατὴρ θεοπρόβλητος ἀνεδείχθης, καὶ νύμφης ἐκλεκτῆς τοῦ Βασιλέως τῶν οὐρανῶν, νυμφίος σεμνοπρεπής μυστικῶς ἐχρημάτισας, υἱοὺς ἀπείρους προσάγων τῷ ἀοράτῳ Πατρὶ διὰ πίστεως, πολύτεκνον τὴν κολυμβήθραν, ἐν πνεύματι Ἁγίῳ ἀπεργασάμενος. Ὅθεν τὸ δοθὲν σοι τάλαντον πολύπλασιάσας, χαίρων εἰσῆλθες εἰς τὸν νυμφῶνα τὸν οὐράνιον τῶν πρωτοτόκων ταῖς χορείαις συνηδόμενος, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.