Ἄνθρακι Θεότητος, τοῦ σαρκωθέντος ῥιπτόμενος, προφητείαν πιστεύεται, ὁ μέγας καὶ ἔνδοξος, καὶ τὴν θείαν δόξαν, βλέπει Ἡσαΐας, διὰ πολλὴν τῆς ἀρετῆς, περιουσίαν καὶ καθαρότητα, καὶ κήρυξ προχειρίζεται, καὶ προμηνύει τὴν μέλλουσαν, σωτηρίαν τοῖς ἔθνεσι, καὶ τὴν θείαν ἐμφάνειαν.
Νοῦν τε καὶ διάνοιαν, ἐκκαθαρθεὶς ἀξιάγαστε, Ἡσαΐα τοῦ Πνεύματος, εὐάρμοστον ὄργανον ἐνεργείαις τούτου, καὶ ταῖς ἐπιπνοίαις, ἀνακρουόμενον ἀεί, καὶ θεοφρόνως μεθαρμοζόμενον, ἐγένου παναοίδιμε, τὸν ἐπὶ θρόνου καθήμενον, ἐπηρμένου θεώμενος, καὶ τὰ θεῖα μυούμενος.
Μίαν κυριότητα, τρισυποστάτου Θεότητος, τρισαγίῳ φωνήματι, ἀπαύστως δοξάζοντα, Σεραφὶμ τὰ θεῖα, Μάκαρ θεωρήσας, καὶ μυηθεὶς προφητικήν, ἐνεπιστεύθης χάριν θαυμάσιε· διό σου τὸ πανίερον, ἐπιτελοῦντες μνημόσυνον, τῷ Χριστῷ σε προσάγομεν, πρεσβευτὴν δυνατώτατον.
Τοῦ Χριστοφόρου τοὺς ἄθλους, δεῦτε τιμήσωμεν, δι' ὧν ἡμῖν πηγάζει ἡ ἀέναος χάρις, Χριστοῦ τοῦ ζωοδότου· καὶ γὰρ κραταιῶς, τοὺς ἐχθροὺς τροπωσάμενος, κατὰ παθῶν καὶ δαιμόνων καὶ ὀδυνῶν, τὴν ἐξουσίαν ἐκομίσατο.
Ἡ τῶν λειψάνων σου κόνις, θαυμάτων βλύζει πηγάς, τῶν κεραυνῶν τὴν λύσιν, καὶ λοιμῶν καὶ κινδύνων, τὴν λύτρωσιν παρέχει· διὸ σε καὶ νῦν, Χριστοφόρε πολύαθλε, ὁ σὸς λαὸς ἱκετεύει, ὅπως ἀεί, διασώζηται τῆς βλάβης αὐτῶν.
Σοῦ τὸ μνημόσυνον Μάρτυς, εὐωδιάζει τρανῶς, ἐαρινὰ ὡς ῥόδα, τὰ πολύαθλα πάθη, τῶν σῶν ἀγωνισμάτων, δι' ὧν ἀσθενεῖς, ἐμπαθεῖς τε καὶ ἄρρωστοι, τὴν εὐρωστίαν πλουτοῦντες, ταῖς σαῖς εὐχαῖς, ἀνυμνοῦσι τὸν δοτῆρα Χριστόν.
Κογχύλῃ αἵματος τοῦ μαρτυρίου σου, κοσμηθεῖσα ἡ Ἐκκλησία τοῦ Θεοῦ, ἡλιακὰς ἀκτῖνας ἐκπέμπει, Χριστοφόρε πολύαθλε· τῷ γὰρ Σταυρῷ, καθοπλίσας σεαυτόν, καὶ τὸ θανεῖν ὑπὲρ Χριστοῦ προθύμως ἑλόμενος, γενναίως πρὸς παράταξιν τοῦ ἀλλοτρίου ἀντικατέστης, καὶ καταισχύνας πάσας τὰς ἐπινοίας τῶν παρανόμων, νικητής στρατιώτης ὤφθης τοῦ Χριστοῦ. Διὸ δυσωποῦμέν σε, ὡς παρρησίαν ἔχων, Μαρτύρων ἐγκαλλώπισμα, πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.