Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 7 Μαΐου 2011

ΣΗΜΕΡΟΝ ΧΑΙΡΕΙ ΠΙΣΤΩΝ

Σήμερον χαίρει πιστῶν πληθὺς ἡ θεία· φαίνει γὰρ οὐράνιος Σταυρὸς ἐν πέρασι, λάμπει αἰθὴρ φῶς ἀπρόσιτον, ἀὴρ αὐγάζει, καὶ γῆς τὸ πρόσωπον ὡραΐζεται, μέλπει θείοις ᾄσμασιν ἡ Ἐκκλησία Χριστοῦ, σέβει τιμῶσα τὸν ἄνωθεν, αὐτὴν φρουροῦντα, Σταυρὸν τὸν θεῖον καὶ ὑπερθαύμαστον, οὗ τῇ δυνάμει κραταιούμενοι, τῷ Δεσπότῃ προσέλθωμεν κράζοντες, εἰρηνεῦσαι τὸν κόσμον, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Τιμιωτάτη ὡς κλῖμαξ καθωράθη, σήμερον ὁ πάντιμος Σταυρὸς καὶ ἔνδοξος, ἀπὸ τῆς γῆς πρὸς οὐράνια, μετάγων πίστει, τοὺς ἀδιστάκτῳ τοῦτον γεραίροντας· Χαίρει ἔθνη ἅπαντα, θερμῶς προστρέχοντα, τῷ βαπτισμῷ καὶ ἀγάλλεται καὶ Ἐκκλησίας, νυμφοστολεῖται μορφὴ ἡ ἔνθεος· ὃν γὰρ συγκρύπτειν ἐγκατέσπευδον, Ἰουδαῖοι ἐξ ὕψους αἰθέριος, καταυγάζει καὶ σῴζει, τοὺς πιστῶς αὐτῷ προστρέχοντας.
Ἀγαλλιάσθω ἡ κτίσις καὶ σκιρτάτω· σήμερον γὰρ ἤστραψε Σταυρὸς ἐν πέρασιν, ἐξ οὐρανοῦ τὰ ἐπίγεια, καταφωτίζων καὶ συνημμένα δεικνὺς τὰ ἄμικτα· Σήμερον συγχαίρουσι χοροῖς Ἀγγέλων βροτοί· τὸ γὰρ διεῖργον μεσότοιχον, Σταυρῷ ἠρμένον, εἰς ἓν τὰ πάντα σαφῶς συνήγαγεν· ὅθεν προλάμπων ὑπὲρ ἥλιον, πᾶσαν κτίσιν φαιδρύνει τῇ χάριτι, καὶ λαμπρύνει καὶ σῴζει, τοὺς πιστῶς αὐτὸν γεραίροντας.
Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δόξαν σου Κύριε, τὸ φοβερὸν τοῦ Σταυροῦ σου σημεῖον, καὶ ἡ γῆ ἅπασα μετὰ φόβου προσεκύνησεν, ἡμεῖς δὲ δοξολογοῦντες, εὐχαρίστως σοι βοῶμεν· Θεὸς ὢν ἀπαθής, σαρκὶ παθεῖν δι' ἡμᾶς, ἑκουσίως κατεδέξω· διὸ σῶσον λαόν, ὃν περιεποιήσω οἰκείῳ αἵματι.