Μεθ' ὑδρίας ἀρδεύσασθαι, ἀπελθοῦσα καὶ φρέατι, τὴν ὑδρίαν ἄνυδρον καταλείψασα μόνη πρὸς πόλιν ἐπέδραμε, πηγὴν τὴν ζωήρρυτον, ἐκβοῶσα ἐφευρεῖν, Σαμαρεῖτις τὴν ἄφθονον· ὅθεν ἤρδευσε τὸ σωτήριον νᾶμα, καὶ τὴν ταύτης, ἐπανέψυξε καρδίαν, τὴν ἐκτακεῖσαν τοῖς πάθεσιν.
Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ χρηστότητος.
Ἀληθῶς εἴπας, εἴρηκεν, ὁ Σωτὴρ Σαμαρείτιδι, ὡς οὐκ ἔχεις σήμερον, ἄνδρα νόμιμον· πέντε γὰρ ἔσχες τὸ πρότερον, καὶ νῦν , ὅνπερ κέκτησαι, οὐχ ὑπάρχει σου ἀνήρ, ἀλλὰ νόμῳ ἀλλότριος, ἣ καὶ σπεύσασα, τοῖς ἐν πόλει ἐβόα· Εἶδον ἄνδρα, ὃς ἐξεῖπέ μοι τὰ πάντα, ὅσα κρυφίως ἐποίησα.
Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.
Ῥεῖθρον ἄλλο ζωήρρυτον, οὐρανίου ἐκ φρέατος, Σαμαρεῖτις ἤντλησεν ἐπὶ φρέατος, τοῦτο εὑροῦσα χεόμενον, ἐξ οὗ τὸ ἐπίκηρον, εἶχε σύνηθες ἀντλεῖν, ὕδωρ ἄλλο τὸ χθόνιον, ὁ ἁλλόμενον ἐν τῇ ταύτης καρδίᾳ ἀνεδείχθη, ὡς πηγή τις ἄλλη νέα, παθῶν δροσίζουσα καύσωνας.
Ὡς ὤφθης ἐν σαρκί, Χριστὲ ὁ Θεὸς δι' ἄφατον οἰκονομίαν ἀκούσασα ἡ Σαμαρεῖτις, τοῦ λόγου σου τοῦ φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ, καὶ ἔδραμε λέγουσα τοῖς ἐν τῇ πόλει· Δεῦτε, ἴδετε καρδιογνώστην, μήτι οὗτος ὑπάρχει ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.