Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 6 Μαΐου 2011

ΙΚΑΝΩΤΑΤΟΝ ΥΠΟΔΕΙΓΜΑ, ΚΑΙ ΣΤΗΛΗ ΕΜΠΝΟΥΣ

Ἱκανώτατον ὑπόδειγμα, καὶ στήλη ἔμπνους, καὶ εἰκὼν ἀρετῆς, Ἰὼβ ὁ ἄμεμπτος ἀνεδείχθη· οὗ ζηλωτὰς ἡμᾶς βοῶντας ποίησον· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἀθλοθετεῖ σοι γυμνάσιον, ὁ πληρωτὴς τῶν ἀγαθῶν ἀθλητά, ἐξ ὑπογαίου ἀνακαλύπτων, τῶν ἀρετῶν σου πᾶσι τὴν λαμπρότητα, ἄμεμπτε Ἰὼβ παμμακάριστε.

Θεραπεύει σοι τὸ εὔτονον, καὶ καρτερικὸν τῆς ἀκάκου ψυχῆς, ἐν τῇ σαπρίᾳ ὁ ἀθλοθέτης, τῆς ἐν Ἐδὲμ ὑπάρχον παραβάσεως, ἴαμα Ἰὼβ παμμακάριστε.

Λογισμῷ κρίνων τὸ ὅσιον, ἀνεμελῴδει ὁ Ἰώβ· ἀγαθὰ οἱ δεδεγμένοι παρὰ Κυρίου, τὰ ἀλγεινὰ γενναίως οὐχ ὑποίσομεν· Δόξα τῇ δυνάμει σου Κύριε.