Χαίρουσι Μαθήτριαι Χριστοῦ, τῶν ἐκ τοῦ Ἀγγέλου ῥημάτων, ἐπακροώμεναι, δι' ὧν τὴν Ἀνάστασιν, τοῦ δι' ἡμᾶς ἐν νεκροῖς λογισθέντος πιστούμεναι, κἂν πρὶν Μυροφόροι, τάφῳ παρειστήκεισαν, καὶ ἐθρηνῴδουν αὐτόν, λίθον ἀναβλέπουσι τούτου, ἀποκυλισθέντα ἀθρόον οὗ διηποροῦντο τὴν μετάθεσιν.
Ἄληκτον καὶ θείαν χαρμονήν, ἐπιχορηγοῦσαι τοῖς θείοις, καὶ ἱεροῖς Μαθηταῖς, ὤφθησαν Μαθήτριαι αἱ Μυροφόροι Χριστοῦ, ἐκπληροῦσαι τὸ κέλευσμα, τοῦ θείου Ἀγγέλου, οὗ ἐξεθαμβήθησαν, τὴν λευκοφόρον στολήν, λέγουσαι· Ἐσκύλευται ᾍδης τῇ πανσωστικῇ Ἀναστάσει, τοῦ ὑπὲρ ἡμῶν θανόντος Ἄνακτος.
Ῥεῖθρα δακρυρρόου ἐκ πηγῆς, θρήνων ἀναστείλασαι θεῖαι, Χριστοῦ Μαθήτριαι ῥήματα χαρμόσυνα, διαπορθμεύουσαι νῦν, τοῖς αὐτόπταις τῆς χάριτος, μηνύουσαι τούτοις, τὴν τοῦ Λόγου Ἔγερσιν, καὶ τὴν ἐκ τάφου χαράν· ὅθεν, τὴν ἀντίθετον λύπης, ἤκουον φωνὴν παραδόξως ταύταις τὴν τὸ Χαίρετε, προστάττουσαν.
Αἱ Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι καὶ τὰς σφραγῖδας τοῦ μνήματος ἰδοῦσαι, μὴ εὑροῦσαι δὲ τὸ ἄχραντον Σῶμά σου, ὀδυρόμεναι μετὰ σπουδῆς ἦλθον λέγουσαι· Τίς ἔκλεψεν ἡμῶν τὴν ἐλπίδα; τίς εἴληφε νεκρόν, γυμνὸν ἐσμυρνισμένον, τῆς Μητρὸς μόνον παραμύθιον; ὤ! πῶς ὁ νεκροὺς ζωώσας τεθανάτωται; ὁ τόν ᾍδην σκυλεύσας, πῶς τέθαπται; Ἀλλ' ἀνάστηθι Σωτὴρ αὐτεξουσίως, καθὼς εἶπας τριήμερος σῴζων τὰς ψυχὰς ἡμῶν.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.