Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 8 Μαΐου 2011

Ο ΘΕΑΤΗΣ ΤΩΝ ΑΡΡΗΤΩΝ ΑΠΟΚΑΛΥΨΕΩΝ

Ὁ θεατὴς τῶν ἀρρήτων ἀποκαλύψεων, καὶ ἑρμηνεὺς τῶν ἄνω, τοῦ Θεοῦ μυστηρίων, ὁ παῖς τοῦ Ζεβεδαίου, γράψας ἡμῖν, τὸ Χριστοῦ Εὐαγγέλιον, θεολογεῖν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα ἐξεπαίδευσεν.
Ἡ θεοκίνητος λύρα τῶν οὐρανίων ᾠδῶν, ὁ μυστογράφος οὗτος, τὸ θεόφραστον στόμα, τὸ ᾆσμα τῶν ᾀσμάτων, ᾄδει τερπνῶς, τὰ μὲν χείλη κινῶν ὡς νευράς, ὥσπερ δὲ πλῆκτρον τὴν γλῶτταν ἀνακινῶν, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.
Τῇ βροντοφώνῳ σου γλώττῃ αναφθεγγόμενος, τῆς τοῦ Θεοῦ σοφίας, τὸν ἀπόκρυφον λόγον, Θεῷ Ἠγαπημένε, κράζεις ἀεί, ἀναπτύσσων τὰ χείλη πυκνῶς, το ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ δᾳδουχεῖς, πάντα ἄνθρωπον πρὸς γνῶσιν Θεοῦ.
Πάτερ θεόφρον Ἀρσένιε, ταῖς τῶν δακρύων πηγαῖς, λαμπρυνθεὶς τὴν διάνοιαν, τῷ Θεῷ ὡμίλησας, ἀνενδότοις καθάρσεσι καὶ τῇ ἐλλάμψει, στῦλος ὁλόφωτος, θεοσεβείας πυρσῷ λαμπόμενος, ὤφθης μακάριε, μοναστῶν τὸ καύχημα, καὶ νῦν ἡμᾶς, πάντας περιφρούρησον, ταῖς ἱκεσίαις σου.
Ὅσιε Πάτερ Ἀρσένιε, σὺ τὸν Θεὸν ἐκζητῶν, καὶ ταῖς τούτου ἐλλάμπεσθαι, φωτοβόλοις λάμψεσιν, εὐσεβῶς ἐφιέμενος, περιφανείας πᾶσαν λαμπρότητα, καὶ βασιλείους αὐλὰς κατέλιπες, καὶ τὴν ἀθάνατον, κληρουχίαν εἴληφας, μετὰ Χριστοῦ, νῦν συναυλιζόμενος θεομακάριστε.
Λόγου καὶ γνώσεως ἔμπλεως, εἴπερ τις ἄλλος ὀφθείς, ἀρεταῖς τε κατάκοσμος, πάσης δόξης γέγονας, τῆς ἐντεῦθεν ἀνάπλεως, ἀλλὰ τῷ θείῳ ζήλῳ πυρούμενος, καὶ τῶν ἀρρήτων καταγλιχόμενος, φεύγεις εἰς Αἴγυπτον, ἔνθα βίον ἔζησας, ἀσκητικόν, βάρος δόξης ἄρρητον, ἀνταλλαττόμενος.
Τὸν υἱὸν τῆς βροντῆς, τὸν θεμέλιον τῶν θείων λόγων, τὸν ἀρχηγὸν τῆς θεολογίας, καὶ κήρυκα πρώτιστον, τῆς ἀληθοῦς δογμάτων Θεοῦ σοφίας, τὸν ἠγαπημένον Ἰωάννην καὶ παρθένον, μερόπων γένος κατὰ χρέος εὐφημήσωμεν. Οὗτος γὰρ ἄληκτον ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, τὸ ἐν ἀρχῇ μὲν ἔφησε τοῦ Λόγου, αὖθις δέ, τὸ πρὸς τὸν Πατέρα ἀχώριστον, καὶ τὸ ἴσον μετὰ ταῦτα τῆς τοῦ Πατρὸς οὐσίας, δεικνύων ἡμῖν δι' αὐτοῦ, τὴν ὀρθοδοξίαν τῆς Ἁγίας Τριάδος, δημιουργόν τε ὄντα σὺν τῷ Πατρί, καὶ ζωὴν φέροντα, καὶ φῶς ἀληθινόν, τὸν αὐτὸν ἔδειξεν ἡμῖν. Ὢ θαύματος ἐκστατικοῦ, καὶ πράγματος, σοφιστικοῦ ὅτι πλήρης ὢν τῆς ἀγάπης πλήρης γέγονε καὶ τῆς θεολογίας, δόξῃ καὶ τιμῇ καὶ πίστει, θέμεθλος ὑπάρχων, τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, δι' ἧς τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.