Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 21 Απριλίου 2011

... O ΠΕΤΡΟΣ ΗΥΛΑΒΕΙΤΟ ΝΙΨΑΣΘΑΙ

Ὁ λεντίῳ ζωσάμενος, καὶ νίψας τοὺς πόδας τῶν Μαθητῶν, Χριστὲ ὁ Θεός, ἀπόπλυνον ἡμῶν, τῆς ψυχῆς τὸν λογισμόν, καὶ περίζωσον ἡμᾶς συνδέσμῳ πνευματικῷ, τοῦ ποιεῖν τὰς ἐντολάς σου, καὶ ὑμνεῖν τὴν σὴν ἀγαθότητα.
Μεγάλης εὐεργεσίας ἀπολαύειν, μέλλοντες οἱ πιστοί, εὐλαβῶς τῷ τιμίῳ Νιπτῆρι προσδράμωμεν, οὐ σαρκὸς ῥύπον ἀποπλύνοντες, τὰς ψυχὰς δὲ μυστικῶς ἁγιάζοντες· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐφορῶν ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, κλίνει ἑαυτόν, καὶ ἰχνῶν ἅπτεται χοϊκῶν, πάσης ἐναντίας δυνάμεως, ἀσφαλῆ δωρούμενος τὴν ἐπίβασιν. Αὐτῷ εὐχαρίστως βοήσωμεν· Ὁ ἀρίστην ὑψώσεως ὁδόν, ὑποδείξας ἡμῖν τὴν ταπείνωσιν, σῶσον ἡμᾶς Ἀγαθὲ ὡς φιλάνθρωπος.
Ὁ Πέτρος ηὐλαβεῖτο νίψασθαι τοὺς πόδας, ἐκ τῶν ἀχράντων χειρῶν, ὑφ' ὧν ἐπλαστουργήθη ὁ Ἀδάμ· ἀκούσας δέ· Εἰ μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ, τρόμῳ πολλῷ συνεχόμενος, ἐβόα σοι· Κύριε, μὴ μόνον τοὺς πόδας μου νίψῃς, ἀλλὰ καὶ τὰς χεῖρας, καὶ τὴν κεφαλήν. Ὢ μεγίστων Δεσπότου δωρεῶν! κοινωνοὺς ποιεῖται τῆς χάριτος, τοὺς ἑαυτοῦ Μαθητάς, καὶ μέρος ἔχειν μετ' αὐτῶν ἐπαγγέλλεται εἰς τὴν ἄρρητον δόξαν, ὡς καὶ ἐν τῷ μυστικῷ Ποτηρίῳ ἔφησε, καινὸν αὐτὸ πίνειν μετ' αὐτῶν ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν, ἧς καὶ ἡμᾶς καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Σήμερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ, ἔργον δούλου ἀνέλαβε, λέντιον διεζώσατο, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ὕδωρ ἔβαλεν εἰς νιπτῆρα, ὁ τὴν θάλασσαν τήν ἐρυθρὰν διατεμών, καὶ κάμψας ἐπὶ τὰ γόνατα, ἤρξατο νίπτειν τοὺς πόδας τῶν Μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ, ᾧ ἦν διεζωσμένος. Ὅταν οὖν ἔνιψε τοὺς πόδας τῶν Μαθητῶν, εἶπεν αὐτοῖς· Ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες, σημαίνων τὸν παραδιδόντα αὐτόν.
Συνέφερέ σοι Ἰούδα, κἂν μὴ συνελήφθης ἐν τοῖς ἐγκάτοις τῆς μητρός, συνέφερέ σοι προδότα, κἂν μὴ ἐγεννήθης, ἀπηλλοτριωμένε τῷ Υἱῷ τοῦ Θεοῦ, διὰ σὲ διερράγη τὸ στῖφος τῶν Μαθητῶν τοῦ Χριστοῦ, καὶ τὴν ἀληθινὴν ἄμπελον, τρυγᾷ Λῃστὴς σταυρούμενος, διὰ σὲ διεκόπη ὁ φραγμός, καὶ ναὸν τὸν ἀχειροποίητον λύουσιν οἱ παράνομοι, ἔστω, τὸ μύρον τὸ τῆς ἁμαρτωλοῦ ᾐδέσθης ὡς πολύτιμον, πῶς τὸ τοῦ Δικαίου αἷμα, χερσὶν ἀνόμων παραδοῦναι οὐκ ἔφριξας; συνέφερέ σοι προδότα, κἂν μὴ ἐγεννήθης, ἀπηλλοτριωμένε τῷ Υἱῷ τοῦ Θεοῦ.
Νυσταγμῷ διαβολικῷ, συσχεθεὶς ὁ Ἰούδας, ὕπνωσεν εἰς θάνατον, καιρὸς γρηγορεῖν, καιρὸς νήφειν, στεναζέτω καρδία, δακρυέτωσαν βλέφαρα, ψαλμὸς ἐπαγρυπνείτω· μεγάλη γὰρ ἡ ἰσχὺς τοῦ Σταυροῦ, Χριστὸς ἐπὶ θύραις, τὸ θυόμενον Πάσχα προῆλθε, δόξα σοι Κύριε, δόξα σοι.