Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 17 Μαρτίου 2011

ΔΕΥΤΕ ΟΙ ΠΙΣΤΟΙ ΥΜΝΟΙΣ ΕΓΚΩΜΙΩΝ....

Δεῦτε οἱ πιστοὶ ὕμνοις ἐγκωμίων ἀνευφημήσωμεν, τὸν ἀληθινὸν τοῦ παντάνακτος ἄνθρωπον, Ἀλέξιον τὸν ἀλεξίκακον, τοῖς πιστοῖς βοηθὸν καὶ ἰατῆρα τῶν νοσημάτων. Ἐν γὰρ τῷ θείῳ βαπτίσματι, κατάλληλον τοῖς μέλλουσιν ἔργοις, λαβὼν τὴν προσηγορίαν, ἴαμα τοῖς εὐσεβέσιν ἀνεφάνη θεόσδοτον, ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, τῶν πιστῶς προσερχομένων αὐτῷ, καὶ βοώντων σοι, Κύριε δόξα σοι.
Ρώμη μὲν ἡ πρεσβυτέρα, ἐναβρύνεται πάτερ Ἀλέξιε, ὡς γενέθλιόν σοι ἔδαφος, τὰ σπάργανά σου πλουτῆσαν τὰ πάντιμα. Σεμνύνεται δὲ καὶ Ἐδεσσα τοῖς ἀσκητικοῖς ἱδρῶσί σου καταρδευθεῖσα, καὶ γεωργηθεῖσα τῷ ἀρότρῳ τῶν ὁσίων πόνων σου. Κοσμεῖται δὲ μάλιστα, καλλωπιζομένη πνευματικῶς, καὶ ἡ Πελοποννησία Λαύρα τῶν μοναστῶν, ὄλβιον οὐράνιον καὶ ἀναφαίρετον, τὴν χαριτόβρυτον κάραν σου κτησαμένη, καὶ βοῶσα πρὸς Χριστὸν τὸν Θεόν. Πρεσβείαις, Κύριε τοΰ σοῦ Ὁσίου, σῶσον τάς ψυχὰς ἡμῶν.
Φιάλαι πεφύκασι τῶν ἀρωμάτων αἱ σιαγόνες σου, Πάτερ Ἀλέξιε, εὐωδίαν τοῖς πιστοῖς ἐκπέμπουσαι πνευματικήν, καὶ πᾶσαν μὲν Δαιμόνων ἀπολαύνουσαι ἐπήρειαν, παρέχουσαι δὲ τοῖς ἐν πίστει προσερχομένοις ἰαμάτων χαρίσματα, καὶ τούτους ἐνισχύουσαι πρὸς τὸν ἀγῶνα τῆς σωτηρίας. Οὕτως οἶδε Κύριος δοξάζειν τοὺς αὐτὸν ἀντιδοξάζοντας, καὶ βοῶντας ἀπαύστως Κύριε δόξα σοι.
Σήμερον οὐράνιοι Ἄγγελοι, σὺν πᾶσι τοῖς Ἁγίοις μετὰ τῆς Ἐκκλησίας εὐφραίνονται, τοὺς ἀσκητικοὺς ἀγῶνάς σου τιμώσης, καὶ πιστοῖς προτιθεμένης καρτερίας ὑπόδειγμα. Σήμερον βασιλεῖς καὶ ἄρχοντες, σὺν ἀρχιερεῦσι καὶ ἱερεῦσι καὶ πᾶσι τοῖς πιστοῖς, ἐνθέως ἀγάλλονται τὴν μνήμην σου τὴν ἁγίαν ἐορτάζοντες, καὶ τὸ πολύαθλόν σου σῶμα, ταῖς μεγίσταις τιμαῖς περιέποντες. Καὶ Χριστὸν δοξάζοντας χαρμοσύνως ἐκβοῶσι· Κατῴκισας Κύριε ἐν εἰρήνῃ καὶ ἐν δόξῃ τὸν δοῦλόν σου, ὃν ἠγάπησας, ῥυσθέντα τῇ θεὶᾳ δυνάμει σου, ἐκ τῆς παγίδος τῶν θηρευόντων. Σήμερον καὶ ἡ ἐν Πελοποννήσῳ Λαύρᾳ, τὴν χαριτόβρυτόν σου κάραν Ἀλέξιε, τοῖς ἐγκωμίοις καταστέφουσα, φαιδρῶς πανηγυρίζει κραυγαζουσα· Πρεσβείαις Κύριε τοῦ σοῦ Ὁσίου, καὶ πάντων τῶν Ἁγίων, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ὅσιε πάτερ θεόφρον Ἀλέξιε, τῷ δι’ ἡμᾶς ἑκουσίως νεκρωθέντι Χριστῷ, ἀνεπιστρόφως ἠκολούθησας· καὶ πᾶσι χαίρειν εἰπών, τὴν σάρκα κακουχίαις ἐνέκρωσας· καὶ πτερωθεὶς τῷ πνεύματι, κατέπαυσας εἰς τὰς αὐλὰς τοῦ Κυρίου, ἐν αἷς τοῦ θείου φωτὸς ἐκτυπώτερον ἀπολαύων, μέμνησο τῶν τιμώντων σου τὴν μνήμην τὴν ἀεισέβαστον.
Ἐκ βρέφους τὸν Κύριον ἀπὸ καρδίας ἐζήτησας· καὶ εὑρὼν ὃν ἐπόθησας, συνανεκράθης αὐτῷ, ῥέοντα πλοῦτον ὑπερπηδὼν καὶ δόξαν χαμαίζηλον καὶ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας τοΰ κοσμοκράτορος ἀντιστὰς καὶ νικήσας, ἀκηράτων στεφάνων ἠξίωσαι, μετὰ τῶν Ἀγγέλων εἰς αἰῶνας ἀγαλλόμενος.
Ἐπέφανε σήιιερον ἔαρ σωτήριον, καὶ ἑορτὴ χαρμόσυνος Ἀλεξίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ ἡ πανσέβαστος μνήμη, τῶν μὲν τῆς νηστείας ἀγώνων τὸ αὐστηρὸν καθηδύνουσα, τὸ δὲ ῥᾴθυμον τοῦ βίου πρὸς ἐργασίαν ἐγείρουσα, καὶ τοῖς ἀσκητικοῖς αὐτοῦ πόνοις, ὡς ἐαρινοῖς ἄνθεσι, καὶ μύροις μυστικοῖς, χοῦς πιστοὺς εὐωδιάζουσα, καὶ πρὸς ἀρετὴν ὑπαλείφουσα. Ὡς δὲ τηλαυγὴς Ἥλιος τάς τῶν θαυμάτων ἀκτῖνας ἐκπέμπει, διαλύουοα πᾶσαν ψυχῶν τε καὶ σωμάτων σκοτόμαιναν. Αὐτῷ πιστοὶ βοήσωμεν· Ἅγιε Ἀλέξιε μὴ διαλείπῃς ὑπὲρ ἡμῶν πρεσβεύων πρὸς Κύριον, ἐν εἰρήνῃ τὸν βίον ἡμᾶς ἐκτελέσαι καὶ σωθῆναι τὰς ψυχάς ἡμῶν.