Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 17 Μαρτίου 2011

ΠΑΤΕΡ ΘΕΟΦΡΟΝ ΑΛΕΞΙΕ ΔΙΑ ΤΗΝ ΟΝΤΩΣ ΖΩΗΝ

Πάτερ θεόφρον Ἀλέξιε διὰ τὴν ὄντως ζωήν, τῆς ζωῆς κατεφρόνησας, ἀπορρίψας ἅπαντα, πλοῦτον δόξαν, τρυφήματα, πατρίδα, νύμφην καὶ τοὺς γεννήτορας. Καὶ τὸν σταυρόν σου ὤμοις ἀράμενος, χαίρων προσέδραμες τῷ Χριστῷ μακάριε. Καὶ νῦν παρεστὼς ἱκέτευε τοῦ ἐλεῆσαι ἡμᾶς.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ὅμιλος Ὁσίων Ὅσιε; Ἱεραρχῶν ἡ πληθύς, τῶν Μαρτύρων ὁμήγυρις, πάντων τῶν Ἁγίων σε οἱ χοροὶ ὑπεδέξαντο. Ἐν οὐρανοῖς Θεός σε ἐδόξασε, καὶ ἐπὶ πάσης γῆς ἐθαυμάστωσεν. Ὄντως ἐκπλήξεως, καὶ θαυμάτων ἔμπλεως, ἡ σὴ ζωή, τρισμάκαρ Ἀλέξιε, Κυρίου ἄνθρωπε.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καἰ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἡ ἀρετή σου παράδοξος καὶ ἀρεστὴ τῷ Θεῷ, καὶ αὐτός σε ἐδόξασεν,ἐν τῇ ἐκδημίᾳ σου προσφωνήσας σε ἄνωθεν ἡγιασμένον αὐτοῦ θεράποντα, ὃν εἰς ἀνάπαυσιν προσελάβετο· Ὅθεν συνέδραμον βασιλεῖς καὶ ἄρχοντες καὶ ἱερεῖς, πάντα πιστῶν τάγματα, ἀνευφημοῦντές σε.
Ὅσιε Πάτερ Ἀλέξιε τῶν σῶν θαυμάτων αἱ ἀκτῖνες πᾶσαν τὴν ὑφήλιον διαδραμοῦσαι κατεφώτισαν· διὸ καὶ παρὰ πάντων μακαρίζῃ χάριν προχέων ἀένναον, ἐκ τῶν ἁγίων καὶ μυριπνόων λειψάνων σου. Σὺ γὰρ τὰ τῶν πονηρῶν Δαιμόνων μηχανήματα κατέλυσας, τῶν συμπαροικούντων σοι ἀνθρώπων ὀρθοτομήσας τὰ κινήματα. Μὴ ἐμπαίζειν τοῖς ταπεινοῖς τῷ σχήματι, τοὺς σοὺς θεράποντας ἐξεπαίδευσας. Μὴ φρονεῖν χαμαίζηλα, τοὺς σοὺς γεννήτορας ἐδιδαξας. Μὴ ὑψηλοφρονεῖν τοῖς δυναστεύουσι καὶ ἡγεμόσι παρῄνεσας. Πᾶσιν ἀνθρώποις, διὰ τῆς σῆς ἐν Χριστῷ κεκρυμμένης ζωῆς, σωτήρια φαρμακα προσήνεγκας. Τοῖς ἁγίοις Ἀγγελοις συνόμιλος γέγονας, ὧν καὶ τὸν βίον ἐζήλωσας. Παρρησίαν οὖν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.