Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 9 Φεβρουαρίου 2011

ΑΒΥΣΣΟΣ ΑΜΑΡΤΙΩΝ ΚΑΙ ΠΤΑΙΣΜΑΤΩΝ ΚΑΤΑΙΓΙΣ ΜΕ ΤΑΡΑΤΤΕΙ, ΠΡΟΣ ΒΥΘΟΝ

«Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, πρὸς βυθὸν βιαίως, συνωθεῖ ἀπογνώσεως, ἀλλ' αὐτὸς τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον ὡς τῷ Πέτρῳ, καὶ ἐκ φθορᾶς με ἀνακάλεσαι».

Ἴασαι τὴν συντριβήν, τῆς ψυχῆς μου Νικηφόρε θεόφρον, καὶ τῶν παθῶν τὸν ζόφον, διαλύσας ἀπέλασον, λαμπηδόνι τῆς ἐν σοὶ θείας λαμπρότητος, ἱκετεύων τὸν λυτρωτήν Χριστὸν μακάριε.

Κλύδωνος εἰδωλικοῦ, τρικυμίαν ἀθλητὰ Νικηφόρε, τῷ τοῦ σταυροῦ ἱστίῳ, καὶ ταῖς αὔραις τοῦ Πνεύματος, εὐσταλῶς διαπερῶν, Μάρτυς ἀήττητε, τῷ λιμένι τῷ γαληνῷ, Χριστῷ προσώρμισαι.

Ἤθλησας μαρτυρικῶς, καὶ τῷ ὄντι Νικηφόρος ἐγένου, τὰς μηχανὰς ἀνδρείως, διαλύσας τοῦ δράκοντος, καὶ παθῶν ὡς κοινωνός, Μάκαρ γενόμενος, τοῦ Δεσπότου, νῦν ἐπαξίως συνδεδόξασαι.