Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 6 Δεκεμβρίου 2010

ΜΥΡΟΙΣ, ΠΑΡΟΙΚΗΣΑΣ ΑΙΣΘΗΤΩΣ, ΜΥΡΟΝ ΑΛΗΘΩΣ ΑΝΕΔΕΙΧΘΗΣ.... ΑΓΙΕ ΝΙΚΟΛΑΕ.....

ΑΓΙΟΣ ΝΙΚΟΛΑΟΣ ΣΤΗΝ ΠΑΡΑΛΙΑ ΤΗΣ ΑΙΓΙΝΑΣ


Μύροιςπαροικήσας ασθητςμύρον ληθς νεδείχθηςμύρῳ χρισθες νοητῷ Ἅγιε Νικόλαε, Ἀρχιεράρχα Χριστοῦ, καὶ μυρίζεις τὰ πρόσωπατν πίστει καὶ πόθῳ, σοῦ τν παναοίδιμονμνήμην τελούντων εί, λύων συμφορν καὶ κινδύνωντούτους καὶ τν θλίψεων Πάτερ, ἐν τας πρς τν Κύριον πρεσβείαις σου.

Νίκηφερωνύμως ληθςτοῦ πιστοῦ λαοῦ ἀνεδείχθης, ἐν πειρασμος κραταιά, Ἅγιε Νικόλαεθεράπων ντως Χριστο· πανταχοῦ γρ καλούμενος, ὀξέως προφθάνειςπόθῳ τος προστρέχοντας, ὑπὸ τν σκέπην σου· σὺ γρ ν νυκτὶ καὶ ἡμέρᾳ, πίστει πτανόμενος σζεις, ἐκ τν πειρασμν καὶ περιστασεων.

φθηςΚωνσταντίνῳ Βασιλεῖ, σν τῷ Ἀβλαβίῳ κατ' ὄναρκαὶ τούτους φόβῳ βαλώνοτως ατος ερηκαςΛύσατε δὴ ἐν σπουδῇ, τς ερκτς ος κατέχετεδεσμίους δίκως, ἀθώους τυγχάνονταςτς παρανόμου σφαγς· μως λλ' ἐὰν παρακούσς, ἔντευξιν ποιήσομαι ναξκατὰ σοῦ πρς Κύριον δεόμενος.

Μέγας, ἀντιλήπτωρ καὶ θερμόςτος ν τος κινδύνοις τελοσιν, ὑπάρχεις νδοξε, Ἅγιε Νικόλαε, Ἱεροκήρυξ Χριστοῦ, τος ν γῇ καὶ τος πλέουσιτος πόρρω καὶ πέλαςοα συμπαθέστατοςκαὶ πρεσβευτς κραταιός· θεν συνελθόντες βομεν· Πρέσβευε πρς Κύριον πωςπάσης λυτρωθμεν περιστάσεως.