Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 10 Δεκεμβρίου 2010

ΡΑΒΔΟΣ ΕΚ ΤΗΣ ΡΙΖΗΣ ΙΕΣΣΑΙ, ΚΑΙ ΑΝΘΟΣ ΕΞ ΑΥΤΗΣ ΧΡΙΣΤΕ....

Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός· Δόξα τῇ δυνάμει σου, Κύριε».

Νόμους διαγγέλλων φωταυγεῖς, ἀνόμως σου τὰ ὄμματα, ἐκκεντηθεὶς Μηνᾶ ὑπήνεγκας, καρδίας τοὺς ὀφθαλμούς, πρὸς τὸ φῶς τὸ ἄδυτον, ἔχων ἐμμελῶς, ἀποσκοποῦντας, καὶ μέλπων χαρμονικῶς. Δόξα τῇ δυνάμει σου Κύριε.

Ὤφθη σου ἡ γλῶσσα τῷ πυρί, τοῦ Πνεύματος Σοφώτατε, ἐκτεθηγμένην τῷ τέμνεσθαι· ἐλάλεις γὰρ κελαδῶν, τοῦ Θεοῦ τὰ θαύματα, καὶ τοῦ δικαστοῦ τὴν ἀφροσύνην, μετάγων εἰς εὐσεβῆ δόξαν, ἐμφανῶς τοῦ ποιήσαντος.

Μεγάλως τὸ πάθος καρτερῶν, τοὺς πόδας ἀποτέμνεται, ὁ Ἑρμογένης τὴν τοῦ ὄφεως, καταπατῶν κεφαλήν, καὶ ὁδὸν στελλόμενος, γνώμῃ ἀκλινεῖ τοῦ Μαρτυρίου, εἰσάγουσαν πρὸς ζωήν, τῆς ἐπουρανίου λαμπρότητος.

Ἄπληγον τηροῦντι τὴν ψυχήν, Χριστὸς σοι ἐπιφαίνεται, σοῦ τὰς πληγὰς Μηνᾶ ἰώμενος, ἀνδρείως τε καρτερεῖν, σὲ ἐγκελευόμενος· ὅπως διὰ σοῦ τὴν σωτηρίαν, ἐλέους ὁ θελητής, πάντων τῶν ἁγίων ἐργάσηται.