Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 2 Οκτωβρίου 2010

ΙΕΡΕΩΝ ΕΝ ΧΡΙΣΜΑΤΙ, ΚΑΙ ΜΑΡΤΥΡΩΝ ΕΝ ΑΙΜΑΤΙ ΤΩ ΘΕΩ ΠΡΟΣΗΓΓΙΣΑΣ, ΤΕΛΕΩΤΑΤΑ, ΚΥΠΡΙΑΝΕ ΠΑΝΑΟΙΔΙΜΕ...

Ἱερέων ἐν χρίσματι, καὶ Μαρτύρων ἐν αἵματι τῶ Θεῷ προσήγγισας, τελεώτατα, Κυπριανὲ παναοίδιμε, τὸ ἄνθος τῆς φύσεως, ἡ τῶν λόγων καλλονή· τῆς σοφίας ἀκρόπολις, τῆς ὀρθότητος, τῶν δογμάτων ἡ στάθμη, τὼν κανόνων, παναρμόνιος εὐθύτης· Ἐκκλησιῶν ἡ εὐπρέπεια.

Tῶν ἀθλούντων τὴν εὔκλειαν, τῶν Μαρτύρων τὸν στέφανον, ὑπογράφων ἔπεισας τοὺς θεόφρονας, κατατολμᾶν γενναιότατα, ποικίλων κολάσεων, καὶ δεσμῶν καὶ φυλακῆς, καὶ σωμάτων γυμνώσεως, καὶ στρεβλώσεων, καὶ κρυμοῦ δριμυτάτου καὶ μαστίγων, καὶ θανάτου τελευταῖον, Κυπριανὲ πανσεβάσμιε.

Ἐπῳδαῖς ταῖς τοῦ δαίμονος, τὰς ᾠδὰς τὰς τοῦ Πνεύματος, καὶ Σταυροῦ τὸ τρόπαιον ἀντιτάξασα, τὴν παρθενίαν ἐτήρησας· καὶ Μάρτυς ἀήττητος, προσηνέχθης τῶ Χριστῷ, ἱερώτατον σφάγιον· ὅθεν ἔτυχες, τὼν στεφάνων τῆς νίκης, Ἰουστῖνα, τῶν Παρθένων καὶ Μαρτύρων, κεκοσμημένη φαιδρότησι.