Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 7 Οκτωβρίου 2010

ΛΑΜΠΤΗΡΕΣ ΔΙΤΤΟΙ, ΑΠΟ ΔΥΣΜΩΝ ΕΞΑΝΕΤΕΙΛΑΝ, ΤΗΝ ΕΝΑΝΤΙΑΝ ΤΩ ΤΗΣ ΓΗΣ...

Λαμπτῆρες διττοί, ἀπὸ δυσμῶν ἐξανέτειλαν, τὴν ἐναντίαν τῷ τῆς γῆς, τότε κρατοῦντι δυσσεβεῖ, ποιούμενοι κίνησιν, καὶ πρὸς τὴν σὴν ἀνατολὴν ἐπειγόμενοι, τήν φωτοφόρον Χριστὲ καὶ σωτήριον.

Οὐ ξίφος οὐ πῦρ, οὐ διωγμὸς οὐδὲ μάστιγες, τῆς εὐσεβοῦς περὶ Θεόν, γνώμης ἐχώρισαν ὑμᾶς· ζωὴν γὰρ ἡγήσασθε, τὴν τελευτὴν τὴν δι' αὐτὸν Ἀξιάγαστοι, καὶ μακαρίαν τρυφὴν καὶ ἀνώλεθρον.

Φωστῆρες οἱ ὄντως, ἀπλανεῖς τὸ στερέωμα, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, περιαυγάζουσι φωτί, τῆς θείας ἐλλάμψεως, καὶ τὰς ψυχὰς τῶν εὐσεβῶν κατευφραίνουσι, τάς τῶν θαυμάτων ἀκτῖνας ἐκπέμποντες.

Ὁ Βάκχος ὁ θεῖος, καὶ πανάριστος Σέργιος, ἐνιαυτῶν περιτροπαῖς, τοὺς εὐσεβείας ἐραστάς, καὶ τοὺς φιλομάρτυρας, πνευματικῶς πρὸς εὐωχίαν προτρέπονται, τάς ἀριστείας αὐτῶν προτιθέμενοι.