Οἱ κατὰ νόμον τραφέντες, καὶ ὑπὲρ νόμου θανόντες, Ἐλεαζάρου φοιτηταί, Σολομονῆς δὲ Παῖδες, καὶ τοῦ Μωσέως ζηλωταί, ἑλκόμενοι ἔκραζον· Ἀντίοχε τὶ βραδύνεις, τὶ μέλλεις, τὶ οὐ πράττεις, ἃ βουλεύῃ καθ' ἡμῶν;
Οἱ ταξιάρχαι τοῦ νόμου, τῆς Ἀντιόχου ἀνοίας, καταφρονήσαντες στερρῶς, ταῖς βασάνοις ἐνήθλουν, ζηλοτυποῦντες ἑαυτούς, ἀλλήλους προτρέποντες, καὶ σπεύδοντες, προαρπάζειν τοὺς πόνους, καὶ τοὺς ἄθλους, καὶ θανεῖν ὑπὲρ τὸ ζῆν.
Ὥσπερ Ὀλυμπιονίκη, ἀνδρεία τὶς καὶ γενναία, ἡ Σολομονὴ τοὺς υἱούς, ἐσφαγμένους ὁρῶσα, οὐκ ἐσαλεύθη τὴν ψυχήν, ἀλλ' ἔκραζεν· Ἄκουε, Ἀντίοχε, κἀμὲ πρόσθες τοῖς τέκνοις, εἴπερ ὅλως, ἐστὶ χάρις παρ' ἐχθρῶν.
Ὢ γυναικὸς ἀριστείας! ὢ γενναιότητος ἄκρας! ἡ τὸν ἑπτάκλωνον χορόν, τῶν υἱῶν ὑπὲρ νόμου, ἀφιερώσασα Θεῷ, προθύμως ἠνδρίσατο καὶ δέδωκεν, ἑαυτὴν ταῖς βασάνοις, εἰς προσθήκην, τῶν θανόντων νῦν υἱῶν.
Οἱ τῆς σεπτῆς ἑβδομάδος, τύπον ἐπέχοντες Παῖδες, ἐν τῷ θανάτῳ τὴν ζωήν, θησαυρίζειν ποθοῦντες, ταῖς τοῦ διώκτου ἀπειλαῖς, γενναίως ἀντέστησαν, καὶ ᾔσχυναν, τῇ τοῦ νόμου λατρείᾳ, τὰς ἐκείνου, παμβεβήλους μηχανάς.
Τοὺς ἀριστέας τοῦ νόμου, οὓς Ἐλεάζαρ ἐκθρέψας, τύπον κατέλιπε καλόν, ἑαυτὸν προενέγκας, τοῖς τῶν Ἁγίων αἰκισμοῖς, ἐνδόξως τιμήσωμεν, πρεσβεύοντας, τοῦ δοθῆναι τῷ κόσμῳ, τὴν εἰρήνην, καὶ ἡμῖν τὸν ἱλασμόν.
Τοὺς ἐκτελοῦντας τὴν μνήμην, τῶν ἱερῶν ἡμῶν ἄθλων, Παῖδες τοῦ νόμου τοῦ Θεοῦ, ταῖς ὑμῶν ἱκεσίαις, ἐκ πάσης νόσου καὶ φθοράς, λυτρώσασθε Ἅγιοι, δωρούμενοι, τῇ Μονῇ ἡμῶν ταύτῃ τὴν εἰρήνην, καὶ κακῶν ἀπαλλαγήν.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.