Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 13 Μαΐου 2010

ΔΙΑ ΠΟΝΩΝ ΑΘΛΗΣΕΩΣ, ΤΟΝ ΔΕΣΠΟΤΗΝ ΝΕΝΥΜΦΕΥΣΑΙ....

Διὰ πόνων ἀθλήσεως, τὸν Δεσπότην νενύμφευσαι, παρθενίας κάλλεσι διαλάμπουσα, καὶ ὥσπερ προῖκα προσήγαγες, αὐτῷ παναοίδιμε, τῶν μελῶν τὴν ἐκκοπήν, καὶ τόν βίαιον θάνατον· ὅθεν ἔτυχες, οὐρανίων θαλάμων Γλυκερία, δυσωποῦσα τοῦ σωθῆναι, τοὺς σὲ πιστῶς μακαρίζοντας.

Ὡς ἀνδρεῖον τὸ φρόνημα, καὶ γενναία ἡ ἔνστασις, τῆς ψυχῆς σου Ἔνδοξε ἐναπέφηνεν· ἐν ἀσθενείᾳ γὰρ σώματος, προθύμῳ δὲ πνεύματι, τὸν ἀρχέκακον ἐχθρόν, κατεπάτησας λέγουσα· Σὺ εἶ Κύριε, ἡ ἰσχύς καὶ τὸ κλέος τῶν σῶν δούλων, ὁ δυνάμει ἀηττήτῳ, τὸν ἰσχυρὸν τροπωσάμενος.

Οὐ λιμός, οὐδὲ κίνδυνος, ἀλγεινῶν τε ἐπίτασις, τῆς ἀγάπης ἔνδοξε οὐ κατίσχυσαν, Χριστοῦ χωρίσαι ἀοίδιμε, οὐ κάθειρξις βίαιος, οὐδὲ κάμινος πυρός, οὐ τῶν λίθων κατάστρωσις· ὅθεν δέδεξαι, ἐκ Θεοῦ θείαν δρόσον Γλυκερία, καὶ ἐκ γῆς καὶ τῶν γηΐνων, πρὸς τὴν ζωὴν μεταβέβηκας.