Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 12 Φεβρουαρίου 2010

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ, ΤΩΝ ΧΑΛΔΑΙΩΝ Ο ΤΥΡΑΝΝΟΣ...

Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τῆς μετανοίας κάμινον, προθυμίᾳ ἐκκαύσωμεν, καὶ τὰς ἡδονάς, ἐν αὐτῇ καταφλέξωμεν, ἁπάσας τοῦ σώματος, καὶ τοῦ πυρὸς τοῦ μέλλοντος, πεῖραν μὴ λαβεῖν, τόν πλούσιον ἐν ἐλέει, αἰτήσωμεν βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ εἰσιὼν καιρὸς ἡμῖν, τῆς νηστείας γενήσεται, πάσης ἁμαρτίας, ἀποχῆς παραίτιος· μὴ οὖν κάτω κλίνωμεν, μηδὲ ῥαθύμως δράμωμεν, ὅπως ἐν βραχείαις, καὶ ὀλίγαις ἡμέραις, ἐτῶν πολλῶν κηλῖδας, κατανύξει καρδίας, ἐκπλύνωμεν τὸν μόνον, Θεὸν ἡμῶν ὑμνοῦντες.

Τὰ τῶν Ἀγγέλων τάγματα, τῶν Μαρτύρων ὁ σύλλογος, θείων Ἀποστόλων ὁ χορὸς ὁ ἅγιος, Ὁσίων ὁμήγυρις, Ἱεραρχῶν τε καὶ Προφητῶν, σὲ ἐκδυσωποῦσιν, Ἀγαθὲ πανοικτίρμον, μετάνοιαν γνησίαν, τοῖς σοῖς δούλοις παράσχου, καιρῷ τῆς ἐγκρατείας, τῆς νῦν εἰσαγομένης.