Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 1 Ιανουαρίου 2010

ΑΒΥΣΣΟΣ ΑΜΑΡΤΗΜΑΤΩΝ, ΕΚΥΚΛΩΣΕ ΜΕ ΕΣΧΑΤΗ...

Ἄβυσσος ἁμαρτημάτων, ἐκύκλωσέ με ἐσχάτη, ἀλλ' ὡς τὸν Προφήτην Ἰωνᾶν, ἀνάγαγε Κύριε, Κύριε, ἐκ φθορᾶς τὴν ζωήν μου.
Εἴληφε τέλος ὁ Νόμος, ἀφ' οὗ Χριστὸς νηπιάσας, καὶ πληρωτὴς τοῦ Νόμου δειχθείς, Περιτομὴν κατεδέξατο, καὶ ἔλυσε τήν του Νόμου κατάραν.
Σάββατα Περιτομή τε, τὸ φρύαγμα τῶν Ἑβραίων, τοῦ ἐπιφανέντος Χριστοῦ, τῷ νεύματι πέπαυται, καὶ ἔλαμψε τὸ τῆς χάριτος ἔαρ.
Ἔθρεψας, λιμῷ τακείσας, ψυχὰς πενήτων ἀφθόνως, καὶ τάς τῶν πεινώντων καρδίας, πάσης ἐνέπλησας, Βασίλειε θεϊκῆς εὐφροσύνης.
Ἔθρεψας ψυχὰς πεινώσας, τροφῇ τῇ ἐπουρανίῳ· ἄρτος γὰρ Ἀγγέλων ὑπάρχει, ὁ λόγος Βασίλειε· οὗ ἄριστος σιτοδότης ἐγένου.
Ἤθροισας τῷ τῆς μελίσσης, Βασίλειε φιλοπόνῳ, ἀρετῆς ἁπάσης τὸ ἄνθος, καὶ περιδέξιος γενόμενος, ἐν αὐταῖς μακαρίζῃ.
Ἔσπευσας κόσμου ῥαγῆναι, καὶ Θεῷ συμβιοτεῦσαι· διὸ τοῖς ἀστάτοις, καὶ ῥευστοῖς, Πάτερ Βασίλειε, τὰ μένοντα ὡς σοφὸς κατεκτήσω.