Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.
Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.
Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,
Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,
Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,
Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,
Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων.
Ἀνειμένων Πόλοιο παμφαὼν πτυχῶν,
Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,
Μένον τε Πνεῦμα τῷ παναχράντῳ
Λόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,
Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.
Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,
Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη».
Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,
Σειραῖς ἀφύκτοις, ὂν διαρθροῖ δακτύλοις,
Ἵστησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω,
Νῦν ἐν πολυρρύτοισι δίναις ἐκπλύνων,
Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.
Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,
Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,
Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,
Ἄντλημα προσφέροντα δίψης ἐνθέου,
Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.
Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,
Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου,
ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη».
Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,
Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,
Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,
Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,
Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.
Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,
Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,
Οὗτος προών μου, δεύτερος τῷ
σαρκίῳ, Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,
Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.
Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,
Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.
Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,
Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,
Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.
Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων, συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,
ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.»
Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,
Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,
Ἐπισκοπεῖται , σαρκικῇ παρουσίᾳ·
Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,
Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.
Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,
Γαστρὸς τυράννου, συγκεχωσμένην ὂροις.
Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,
Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.
Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.
Στείβει θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.»
Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,
Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου
Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,
Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,
Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.
Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,
Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ ,
Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,
Ὄπα κρατίστην· Οὗτος ἠγαπημένος,
Ἶσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.