Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 12 Ιανουαρίου 2010

.... ΗΛΘΟΝ ΕΚ ΠΑΡΘΕΝΟΥ....

Ὕμνον, νῦν μεθέορτον πιστοί, ᾄσωμεν Χριστοῦ τῇ Βαπτίσει, καθαρωτάτῳ νοΐ· ἤδη γὰρ ἐφέστηκε, πρὸς Ἰορδάνην σαρκί, ὁ Πατρὶ καὶ τῷ Πνεύματι, ἀεὶ συνυπάρχων, φύσει τῆς Θεότητος, τῷ Ἰωάννῃ βοῶν· Δεῦρο, Βαπτιστὰ βάπτισόν με· θέλω γὰρ ἐκπλῦναι τοῦ ῥύπου, φύσιν τῶν ἀνθρώπων ὡς φιλάνθρωπος.

Τρόμῳ, λειτουργοῦσί σοι Χριστέ, πᾶσαι τῶν Ἀγγέλων αἱ τάξεις, ὡς Βασιλεῖ καὶ Θεῷ· ὅλως ἀτενίσαι σοι, τὰ Χερουβὶμ οὐ τολμᾷ· κορυφῆς δὲ τῆς θείας σου, κελεύεις μοι ψαῦσαι, χόρτῳ ὄντι Δέσποτα, ὁ Ἰωάννης φησί· φόβῳ δὲ συνέχομαι ὅλος, μὴ με πῦρ τὸ ἄστεκτον φλέξῃ, τῆς φρικτῆς σου Κύριε Θεότητος.

Ἦλθον, ἐκ Παρθένου σαρκωθείς, ῥείθροις τὸν Ἀδὰμ ἀναπλάσαι τοῦ Ἰορδάνου φησίν, αὖθις πρὸς τὸν Πρόδρομον, ὁ Λυτρωτὴς καὶ Θεός· ὡς Χριστῷ οὖν μοι πρόσελθε, καὶ γὰρ Ἰωάννῃ, τοῦτο φύσει πέφυκα, καὶ βάπτισόν με σαρκί· ὅπως τῶν δρακόντων συντρίψω, κάρας τῶν ἐκεῖ, ὁ τοῦ κόσμου, πᾶσαν ἁμαρτίαν αἴρων Κύριος.
Ὅτε, τῷ τοῦ Πνεύματος φωτί, καταλαμπομένη πλουσίως, πλοῦτον ἐμίσησας, μόνον ἀγαπήσασα τὸν ἐπουράνιον, τὴν Μαρτύρων στερρότητα, σαφῶς ἐνεδύσω, καὶ πρὸς ὑπερβάλλοντας, πόνους ἐχώρησας· ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὦ Τατιανὴ θεομακάριστε.

Ὅτε, τὸ δυσῶδες τῆς σαρκός, καὶ τῆς ἁμαρτίας τὴν φλόγα, Ἁγνὴ κατέσβεσας, δρόσῳ θείου Πνεύματος, τοῦ συνεργοῦντός σοι, τότε θῆρας ἐφίμωσας, σταδίου ἐν μέσῳ, σῶμα παραδοῦσα σου, πρὸς αἰκισμοὺς ἀνδρικῶς· ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὦ Τατιανὴ θεομακάριστε.

Ξίφος, οὐδὲ πῦρ οὐκ αἰκισμοί, θλίψεις οὐ λιμὸς οὐ παντοίας, εἶδος κολάσεως, σοῦ τὸν πρὸς τὸν Κύριον, ἤμβλυνεν ἔρωτα· διαπύρῳ καρδίᾳ γάρ, αὐτὸν ἐκζητοῦσα, πάντα τὰ ὁρώμενα, ὑφ᾿ ἓν διέπτυσας, Μάρτυς, καὶ παστάδος τῆς θείας, ἔνδον κατεσκήνωσας νύμφη, τοῦ Παμβασιλέως χρηματίσασα
Ὁρῶσά σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα, ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι σοι· ἠ θάλασσα ἔφυγεν· Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτισε· τὰ ὄρη ἐσκίρτησαν θεωροῦντα σε, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Σωτὴρ γυμνοῦται, ἐνδῦσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν.