Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 10 Δεκεμβρίου 2009

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ, ΜΗΝΑ ΤΟΥ ΚΑΛΛΙΚΕΛΑΔΟΥ, ΕΡΜΟΓΕΝΟΥΣ....

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων, Μηνᾶ τοῦ Καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, ἄθλησις τῶν Ἁγίων τοῦ Χριστοῦ Μαρτύρων, Μηνᾶ τοῦ καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.
Στίχοι
Τμηθεὶς ὁ Μηνᾶς, κἂν κελαδεῖν οὐκ ἔχῃ,
Φιμοῖ κελαδοῦν δυσσεβείας τὸ στόμα.
Τὴν δυσσέβειαν ἐκπτύσας Ἑρμογένης,
Ὑπῆρξε Μάρτυς εὐσεβείας ἐκ ξίφους.
Τὰς ἐκ μαχαίρας, Εὔγραφε, τρώσεις φέρων,
Ὀξὺς Θεοῦ κάλαμος ὤφθης, εὖ γράφων.
Εὐκέλαδος δεκάτῃ Μηνᾶς ξίφει αὐχένα δῶκεν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γέμελλος, σταυρωθείς, τελειοῦται.
Στίχοι
Ὑπὲρ Θεοῦ Γέμελλος ἐσταυρωμένου,
Τὴν ἐν ξύλῳ σταύρωσιν ἀσμένως φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θωμᾶ τοῦ Δεφουρκινοῦ.

Ὁ Ἅγιος Ἱερομάρτυς Θεότεκνος, ξίφει τελειοῦται.

Ὁ Ἅγιος μάρτυς Μαριανός, λιθοβοληθεὶς τελειοῦται.

Ὁ Ἅγιος μάρτυς Εὐγένιος, ξύλοις τυπτόμενος, τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.