Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 3 Νοεμβρίου 2009

ΧΑΙΡΟΙΣ Η ΤΗΣ ΤΡΙΑΔΟΣ ΤΡΙΑΣ....

Χαίροις ἡ τῆς Τριάδος τριάς, τῶν ἀρετῶν τὰ καθαρὰ καταγώγια, κρατῆρες τὸν θεῖον οἶνον, τῆς εὐσεβείας ἡμῶν, τὰς ψυχὰς εὐφραίνοντα οἱ προχέοντες· μαζοὶ οἱ τὸ γάλα, τῶν ἰαμάτων πηγάζοντες, ἄστρα τὸ φέγγος, ἀληθείας πυρσεύοντα, καὶ τὰ πέρατα, φωταυγίαις λαμπρύνοντα· Μάρτυρες μεγαλώνυμοι, οἱ νύκτα μειώσαντες, τῆς ἀγνωσίας καὶ πάντων, τὰς διανοίας φωτίσαντες· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Χαίροις, Ἀκεψιμᾶ ἱερέ, Ἀειθαλᾶ καὶ Ἰωσὴφ ἀξιάγαστοι, τῷ θείῳ πυρὶ τὴν πλάνην, πυρσολατρῶν δυσσεβῶν, ἐπιγνώσει θείᾳ κατασβέσαντες, δι' ὧν οἱ θρησκεύοντες, παρανόμως τὸν ἥλιον, καὶ τοὺς ἀστέρας, παντελῶς ἠμαυρώθησαν, καὶ κατήργηται, ἡ τῶν μάγων ἐπίνοια. Μάρτυρες ἀεισέβαστοι, Τριάδος ὑπέρμαχοι, φῶς τοῖς ἐν σκότει ἀγνοίας, τοῦ ἀληθοῦς Ἀρχιποίμενος, Χριστοῦ τοῦ τυθέντος, καὶ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Πᾶσαν ἐπιφορὰν τῶν δεινῶν, ἀνδρειοτάτῳ λογισμῷ ὑπηνέγκατε, ἀλόγοις τε ὥσπερ φόρτος, ἐπιτεθέντες σοφοί, πρὸς βασάνων πλείω πεῖραν ἥγεσθε· διὸ συγκοπτόμενοι, καὶ ῥοπάλοις τυπτόμενοι, καὶ ταῖς αἰκίαις, χαλεπῶς δαπανώμενοι, οὐκ ἐκάμφθητε, οὐ Θεὸν ἐξηρνήσασθε· ὅθεν προσαπηνέγκατε, τῆς νίκης τὸν στέφανον, καὶ ταῖς Μαρτύρων ἀγέλαις, περιφανῶς ἠριθμήθητε, μεθ' ὧν ἐξαιτεῖσθε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.