Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 7 Οκτωβρίου 2009

ΣΟΥ Η ΤΡΟΠΑΙΟΥΧΟΣ ΔΕΞΙΑ, ΘΕΟΠΡΕΠΩΣ ΕΝ ΙΣΧΥΙ ΔΕΔΟΞΑΣΤΑΙ....

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται. αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοὶς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργῆσασα.

Σέργιε θεράπον τοῦ Χριστοῦ, συμπεσβευτὴν προσλαβων καὶ συλλήπτορα, Βάκχον τὸν ἀοίδιμον, μεθ' οὗ τοὺς ἄθλους θεοφρόνως ἤνυσας, λόγον μοὶ σοφίας, ἡμᾶς ὑμνούντι βραβεύσατε.

Ἐπὶ τὴν ἀσάλευτον Χριστοῦ, πετραν τῆς πίστεως Ἅγιοι Μάρτυρες, θέντες τὸν θεμέλιον, ἐπ' ἀσφαλοῦς ἐρηρεισμένοι βάσεως, πρόβολοι καὶ πύργοι, τῆς εὐσεβείας ἐδείχθητε.

Ῥήμασι Πιστεύσαντες Χριστοῦ, καὶ πρὸς αὐτὸν ἀκλινῶς ἀτενίζοντες, πᾶσαν διεπτύσατε, παρερχομένην εὐδοξίαν Ἅγιοι, δόξης ἀϊδίου, κατασχεθέντες τῶ ἔρωτι.

Γένους καὶ πατρίδος καὶ τιμῆς, διὰ Χριστὸν γυμνωθέντες ἠγάλλεσθε, καὶ περιβαλλόμενοι, θηλυπρεπὲς ἀνδρειοφρόνως ἔνδυμα τὴν τῆς ἀφθαρσίας, καταστολὴν ἠμφιάσασθε.