Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 14 Αυγούστου 2009

Ο ΟΙΚΟΣ ΤΟΝ ΤΟΥ ΠΑΝΤΟΣ ΣΥΝΟΧΕΑ, Ο ΧΩΡΗΣΑΣ ΜΕΤΑΒΑΙΝΕΙ ΟΙΚΗΣΑΙ ΠΡΟΣ ΟΥΡΑΝΟΥΣ, ΟΥΡΑΝΟΣ ΔΕΔΕΙΓΜΕΝΟΣ...

Ὁ οἶκος τὸν τοῦ παντὸς συνοχέα, ὁ χωρήσας μεταβαίνει οἰκῆσαι, πρὸς οὐρανούς, οὐρανὸς δεδειγμένος, Χριστοῦ καὶ θρόνος καὶ μέγα παλάτιον, ἡ πάναγνος περιστερά, ἢς τὴν θείαν ὑμνήσωμεν Κοίμησιν.

Ὑπόπτεροι ἐν νεφέλαις ἀρθέντες, ἀετοὶ ὡς ὑψιπέται τοῦ Λόγου, Γεθσημανή, συνελθόντες Παρθένε, σὲ ἐπεφώνουν ἀπαίρειν τὴν μέλλουσαν, πανύμνητε πρὸς οὐρανόν, οὓς ὡς τέκνα Υἱοῦ σου ηὐλόγησας.

Τὶς αὕτη ἡ ἀναβαίνουσα πέλει, Κοσμικῶν ἀπὸ κοιλάδων, τὶς αὕτη ἡ προπομπή, καὶ προπόρευσις ξένη; τὶ τὸ ὁρώμενον μέγα μυστήριον; Ἡ πάντων ἐστὶ Βασιλίς, καὶ Κυρία καὶ δόξα καὶ καύχημα.

Ἠλάλαζεν Ἀποστόλων ὁ δῆμος, καὶ δακρύων ἐπληρώθη ἡνίκα, σοῦ τὴν ψυχήν, τὴν ἁγίαν λιποῦσαν, τὸ θεοδόχον τεθέαται σκήνωμα, καὶ ὕμνησε θεοπρεπῶς, σοῦ τὴν θείαν Πανάμωμε Κοίμησιν.