Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 6 Αυγούστου 2009

ΟΙ ΕΝ ΒΑΒΥΛΩΝΙ ΠΑΙΔΕΣ, ΤΩ ΘΕΙΩ ΠΥΡΠΟΛΟΥΜΕΝΟΙ ΖΗΛΩ, ΤΥΡΑΝΝΟΥ ΚΑΙ ΦΛΟΓΟΣ ΑΠΕΙΛΗΝ, ΑΝΔΡΕΙΩΣ ΚΑΤΕΠΑΤΗΣΑΝ...

Οἱ ἐν Βαβυλώνι Παῖδες, τῶ θείω πυρπολούμενοι ζήλω, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Νεύματι τὸ πᾶν ὁ φέρων, ποσὶν ἀχράντοις ὅρους ἐπέβη Θαβώρ, ἐν ὧ ἠλίου μᾶλλον αὐγῆς, ἐξαστράψας τὸ πρόσωπον, νόμου προκρίτους, καὶ τῆς χάριτος ἔδειξε μέλποντας, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἐν τῇ ἀπροσίτω δόξη, κατ' ὄρος ἐκφανθὲν ἀπορρήτως Θαβώρ, τὸ ἄσχετον καὶ ἄδυτον φῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τὴν κτίσιν φαιδρύναν, τοὺς ἀνθρώπους ἐθέωσε μέλποντας, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἱεροπρεπῶς ἐστῶτες, Μωσής τε καὶ Ἠλίας ἐν ὄρει Θαβώρ, τῆς θείας χαρακτήρα, τρανῶς ὑποστάσεως βλέποντες, Χριστὸν ἐν πατρώᾳ, ἐξαστράψαντα δόξη, ἀνέμελπον, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Διὰ τῆς ἐν γνόφῳ θείας ὀμφής, τὸ πρόσωπον ποτὲ ἐδοξάσθη Μωσής, Χριστὸς δὲ ὡς ἱμάτιον, φῶς καὶ δόξαν ἀναβάλλεται, φωτὸς αὐτουργὸς γὰρ πεφυκῶς καταυγάζει τοὺς μέλποντας, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἐκ φωτογενοὺς νεφέλης, Χριστὸν οἱ μαθηταὶ ἀμπεχόμενον, ὁρῶντες ἐν Θαβώρ, καὶ πρηνεῖς ἐπὶ γῆς κατανεύσαντες, τὸν νοῦν ἑλλαμφθέντες, σὺν Πατρὶ τοῦτον ὕμνουν καὶ Πνεύματι, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.