Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 17 Αυγούστου 2009

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΜΥΡΩΝΟΣ...

ΤΗ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μύρωνος.
Τὴ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Μύρωνος.
Στίχοι
· Τὶ μοὶ κεφαλῆς ἡ τομή, Μύρων λέγει.
· Πρὸς τὸ στέφειν μέλλον μὲ πάντιμον στέφος;
· Ἑβδομάτη δεκάτη Μύρωνα τάμε ξίφος ὀξύ.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων μαρτύρων Στράτωνος, Φιλίππου, Εὐτυχιανοῦ καὶ Κυπριανοῦ.
Στίχοι
· Ἐθεντὸ μὲ βδέλυγμα, φησὶν ὁ Στράτων,
· Ἄνδρες βδελυκτοί, καὶ πυρὶ κτείνουσί με.
· Φιλῶν Θεόν, Φίλιππε, καὶ ψυχῆς πλέον
· Κατακριθεὶς πύρ, οὗ φιλόψυχος γίνη.
· Εὐτυχιανὸς εἰς κάμινον ἠμμένην,
· Ὡς ἵππος εἰς πεδίον ἥν, τὸ τοῦ λόγου.
· Πὺρ Κυπριανὸς καρτερήσας καμίνου
· Ἐξώτερον πύρ, ὁ Γραφὴ λέγει, φύγε.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων μαρτύρων Παύλου καὶ Ἰουλιανὴς τῆς ἀδελφῆς αὐτοῦ.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων μαρτύρων θύρσου, Λευκίου, Κορωνάτου καὶ τῆς συνοδίας αὐτῶν, καὶ ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἐν τοῖς Ἀρματίου.

Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.