Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 9 Αυγούστου 2009

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΜΑΤΘΙΑ....

ΤΗ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ματθία.
Τὴ Θ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ματθία.
Στίχοι
· Ἐξῆλθεν ἀρθείς, Ἰοῦδος ἐπὶ βρόχου,
· Εἰσῆλθεν ἀρθείς, Ματθίας ἐπὶ ξύλου.
· Ἤρθη ἀμφ' ἐνάτη ξύλω ἠϊθεος Ματθίας.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων δέκα μαρτύρων, τῶν διὰ τὴν Ἁγίαν Εἰκόνα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, τὴν ἐν τῇ Χαλκὴ πύλη, ἀθλησάντων, Ἰουλιανοῦ, Μαρκιανοῦ, Ἰωάννου, Ἰακώβου, Ἀλεξίου, Δημητρίου, Φωτίου, Πέτρου, Λεοντίου, καὶ Μαρίας τῆς Πατρικίας.
Στίχοι
· Ἐχθρὸν Θεοῦ κτείναντες ἄνδρες ἐννέα,
· Φίλοι γίνονται τῶ Θεῷ διὰ ξίφους.
· Ἐμοῦ τραχήλου Σῶτερ αἷμα προσδέχου,
· Μαρία φησίν, ὡς τὸ μύρον Μαρίας.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῆς Ἀθλήσεως τοῦ Ἁγίου μάρτυρος Ἀντωνίου.

Ὁ ὅσιος ἡμῶν Ψόης εὐχόμενος τελειοῦται.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῆς εὑρέσεως τῆς ἀχειροποιήτου καὶ σεβασμίας Εἰκόνος τῶν Καμουλιανῶν, ἥπερ εὕρεσις συνεγράφη παρὰ τοῦ ἐν Ἁγίοις Γρηγορίου Ἐπισκόπου Νύσσης.

Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.