Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 12 Μαΐου 2009

ΣΗΜΕΙΩΝ ΚΑΙ ΤΕΡΑΤΩΝ ΒΛΕΠΟΝΤΕΣ ΤΗΝ ΔΥΝΑΜΙΝ....

Σημείων καὶ τεράτων βλέποντες τὴν δύναμιν, οἱ φθόνω παρειμένοι, καὶ δυνατοὶ κακία, οὐκ ἐπίστευον, ὡς σὺ Θεοῦ Υἱὸς ὑπάρχεις καὶ τοῦ παντὸς πρύτανις, ὁ καὶ Παράλυτον ὑγιῆ δείξας λόγῳ.
Τὰ ἐλέη σου Κύριε εἰς τὸν αἰῶνα ἄσομαι.
Ἰδόντες οἱ Σαββάτων φύλακες Παράλυτον, σφιγχθέντα ἐν Σαββάτῳ, τὴν ψυχὴν ἐχαυνοῦντο, καί, οὐκ ἔξεστιν, ἐν τῷ Σαββάτω θεραπεύει ν, καὶ βεβηλοῦν τὸ Σάββατον, τάχα ὡς νόμιμοι, Γραμματεῖς ἐπεβόων.
Ὅτι εἴπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται.
Σαββάτων αὐτουργὸν μὴ γνόντες σὲ καὶ Κύριον, οἱ Σάββατα τηροῦντες, τοῦ Παραλύτου σφίγξιν, διεγόγγυζον, τὴν ἐν Σαββάτῳ γενομένην, Ὦ; οὐ καλόν, λέγοντες, αἵρειν τὸν κράββατον, ἐν ἡμέρα Σαββάτου.