Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 5 Μαΐου 2009

ΟΤΕ, ΜΥΡΟΦΟΡΟΙ ΣΕ ΧΡΙΣΤΕ.......ΙΣΜΕΝ, Ω ΕΥΣΧΗΜΩΝ ΙΩΣΗΦ....

Ὅτε, Μυροφόροι σὲ Χριστέ, λίαν τὸ πρωϊ ἐπεζήτουν, τὴν τῶν ἁπάντων ζωήν, μύρα καὶ ἀρώματα, ἔχουσαι ἤρχοντο, καὶ τῶ πόθω δακρύουσαι, ἤκουον ἐκ τάφου, νεανίου λέγοντος, Παύσασθε κλαίουσαι, ὅμως, τὴ ὑμῶν σωτηρία, χαίρουσαι βοήσατε πάσιν, Ὅτι ἐξεγήγερται ὁ Κύριος.
Ἴσμεν, ὧ εὐσχήμων Ἰωσήφ, σὲ Χερουβικὸν καθὼς ἅρμα, τὸν Βασιλέα Χριστόν, ὤμοις σου βαστάζοντα, Σταυροῦ κατάγοντα, Μακαρίζομεν χείράς σου, καὶ ὄμματα θεία, σέβομεν παλάμας σου, δι' ὧν τὸν Ἥλιον, Λόγονκαί Θεὸν ἐπὶ τάφου, φέρων κατατέθεικας, ὅθεν, καὶ τὴν θείαν μνήμην σου γεραίρομεν.
Ὤφθη ἡ πανήγυρις ἡμῖν, τῶν θεοπρεπῶν Μυροφόρων, καὶ Ἰωσὴφ τοῦ σεπτοῦ, ἄλλος ὡς Παράδεισος, πηγὴν παρέχων ζωῆς, τὰ τῆς χάριτος νάματα ὀμβρίζει τῶ κόσμω, βρύει τῆς Ἐγέρσεως Χριστοῦ τὰ ῥεῖθρα θερμῶς, στίφη τῶν πιστῶν ἑορτάζει, καὶ κραυγάζει, Δόξα τῶ δόντι, τὴν αὐτοῦ Ἀνάστασιν τοὶς πέρασι.
Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνήμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σὲ Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον σώμά σου, καὶ τοῦ Ἀγγέλου τοίς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοὶς Ἀποστόλοις ἐκήρυττον, Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῶ δὲ κόσμω δωρούμενος, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.