Ἄρα, ἐν νεκροῖς ὁ λυτρωτής; θρήνοις Μυροφόροι ἐβόων, Χριστοῦ μαθήτριαι, Ἥλιος δ' ὁ μέγιστος, μέχρι καὶ νὺν ὑπὸ γήν, ἢ ἀνέστη ὡς ἔφησε; Καὶ οὕτω κλαιούσαις, ἐκ τοῦ τάφου Ἄγγελος, τὴν θείαν ὄντως χαράν, ἔφη, ὁ Χριστὸς ἐξανέστη, δράμετε, κηρύξατε πᾶσι, τούτου τὴν ἐκ τάφου θείαν Ἔγερσιν.
Εὐδόκησας Κύριε τὴν γήν σου...
Μύρα, ἑτοιμάσασαι σεπτά, ἔτι τῆς σκοτίας ἐνούσης, τὴ τῶν Σαββάτων μιά, ἦλθον πρὸς τὸ μνήμά σου, αἱ Μυροφόροι Χριστέ, τοῦ μυρίσαι τὸ ἄχραντον, καὶ θείόν σου Σῶμα, ὅθεν τὴν Ἀνάστασιν, καταμαθοῦσαι τὴν σήν, ἔσπευδον μηνύσαι τοὶς Μύσταις, αἲς προϋπαντήσας ἐκ τάφου Χαίρετε, βοᾷς φιλανθρωπότερον.
Ἔλεος καὶ ἀλήθεια συνήντησαν...
Ὕψιστον Θεὸν ἐπὶ τῆς γῆς, ἐνταφιασθέντα ὡς νέκυν, μυρίσαι σπεύδουσι, τούτου αἱ Μαθήτριαι, δι' ἀρωμάτων σεπτῶν, καὶ ἐν τάφῳ καθήμενον, καινὸν νεανίαν, βλέψασαι ἐξέστησαν, ἐν ἀστραπτούσῃ μορφή, ὅθεν, τὴν ἐκ τάφου τοῦ Λόγου, Ἔγερσιν τριήμερον γνοῦσαι, ταύτην Ἀποστόλοις κατεμήνυον.
Σὲ τὸν ἀναβαλλόμενον τὸ φῶς, ὥσπερ ἱμάτιον, καθελῶν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου σὺν Νικοδήμω, καὶ θεωρήσας νεκρὸν γυμνόν, ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβῶν, ὀδυρόμενος ἔλεγεν, Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῶ φόβω ἐκυμαίνετο, καὶ διερρύγνυτο ναοῦ τὸ καταπέτασμα, ἀλλ' ἰδοὺ νὺν βλέπω σε, δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον, Πῶς σὲ κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἰλήσω; ποίαις χερσὶ δὲ προσψαύσω τὸ σὸν ἀκήρατον Σῶμα; ἢ ποία ἄσματα μέλψω τὴ σὴ ἐξόδω οἰκτίρμον; Μεγαλύνω τὰ πάθη σου, ὑμνολογῶ καὶ τὴν ταφήν σου, σὺν τὴ Ἀναστάσει κραυγάζων, Κύριε, δόξα σοί.

...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.