

Συναξάριον
ΤΗ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, μαθητοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ Δεκαπολίτου.
Τὴ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, μαθητοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ Δεκαπολίτου.
Στίχοι
· Ἰωάννη, σκίρτησον ὡς Ἰωάννης,
· Οὐ γαστρὸς ἐντός, ἀλλὰ τῆς Ἐδὲμ ἔνδον.
· Ὀκτωκαιδεκάτη Ἰωάννης νέκυς ὤφθη.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ Στρατηλάτου καὶ Γότθου.
Στίχοι
· Ὕπελθε, Σάββα, φθαρτὸν ἠδέως ὕδωρ,
· Ὡς ἂν πίνης ἄφθαρτον ἡδονῆς ϋδωρ.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κοσμᾶ Ἐπισκόπου Χαλκηδόνος.
Στίχοι
· Θραύσας βέλη σά, καὶ μεταστάς σου, βίε,
· Ἔξω βελῶν ὑπῆρξε Κοσμᾶς, ὦς λόγος.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀθανασίας τῆς θαυματουργοῦ.
Στίχοι
· Ἀθανασίας τὴ κορυφὴ προσφέρω,
· Στέφανον ἀθάνατον διὰ τῶν λόγων.
Τῶ ἁγίω καὶ μεγάλω Σαββάτω, τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς Ἄδου Κάθοδον τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν δι' ὧν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθέν, πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε.
Στίχοι
· Μάτην φυλάττεις τὸν τάφον, κουστωδία.
· Οὐ γὰρ καθέξει τύμβος αὐτοζωϊαν.
Τὴ ἀνεκφράστω σου συγκαταβάσει, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.