Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημησαντα».
Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, μετανοούσης Θεῷ, καὶ ἀνυμνούσης αὐτόν.
Πρόσχες μοί, ὁ Θεὸς ὁ Σωτήρ μου, ἰλέω ὄμματί σου, καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν.
Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοί, ἀλλ' οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίημά σου.
Ζάλη με, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλ' ὡς τῶ Πέτρω καμοί, τὴν χείρα ἔκτεινον.
Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρμον, καγῶ προβάλλομαι. Ἱλάσθητί μοὶ Σωτήρ, τὴ εὐσπλαγχνία σου.
Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.
Ἠμαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταὶς τῶν παθῶν ἡδοναίς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.
Διέρρηξα, νὺν τὴν στολήν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοί, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.
Ἐνδέδυμαι, διερρηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοί, ὁ ὄφις τὴ συμβουλή, καὶ καταισχύνομαι.
Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἡπατήθην τὸν νοῦν, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.
Ἐτέκταινον, ἐπὶ τὸν νώτόν μου πάντες, οἱ ἀρχηγοὶ τῶν κακῶν, μακρύνοντες κατ' ἐμοῦ τὴν ἀνομίαν αὐτῶν.
Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.
Κατέρραψε, τοὺς δερματίνους χιτῶνας, ἡ ἁμαρτία καμοί, γυμνώσασά με τῆς πρίν, θεοϋφάντου στολῆς.
Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς, εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.
Ἐστόλισμαι, κατεστιγμένον χιτῶνα, καὶ ἠμαγμένον αἰσχρῶς, τὴ ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.
Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.
Ὑπέπεσα, τὴ τῶν παθῶν ἀλγηδόνι, καὶ τὴ ἐνύλω φθορά, καὶ ἔνθεν νὺν ὁ ἐχθρός, καταπιέζει με.
Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ, προκρῖνας νὺν τὸν βαρύν, κλοιὸν περίκειμαι.
Ἐκόσμησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τὴ τῶν αἰσχρῶν λογισμῶν, ποικίλη περιβολή, καὶ κατακρίνομαι.
Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα, τῆς ἔνδον ὑπεριδῶν, Θεοτυπώτου σκηνῆς.
Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν, ταὶς φιληδόνοις ὁρμαίς, ἐλυμηνάμην τοῦ νοῦ τὴν ὡραιότητα.
Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοὶς πάθεσιν, ἀλλ' ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.
Ἡμάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοί, μόνος ἡμάρτηκά σοί, ὡς μύρον δέχου Σωτὴρ καμοῦ τὰ δάκρυα.
Ὠλίσθησα, ὡς ὁ Δαυϊδ ἀκολάστως, καὶ βεβορβόρωμαι, ἀλλ' ἀποπλύναις καμέ, Σωτὴρ τοὶς δάκρυσί μου.
Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοί, Σῶτερ ἱλάσθητί μοί, οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοί.
Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν, αὐτὸς μοὶ ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.
Τὴν θύραν σου, μὴ ἀποκλείσης μοὶ τότε, Κύριε, Κύριε, ἀλλ' ἄνοιξόν μοὶ αὐτὴν μετανοούντί σοί.
Φιλάνθρωπε, ὁ θέλων πάντας σωθῆναι, σὺ ἀνακαλέσαί με, καὶ δέξαι ὡς ἀγαθός, μετανοούντά με.
Ἐνώτισαι, τοὺς στεναγμοὺς τῆς ψυχῆς μου, καὶ τῶν ἐμῶν ὀφθαλμῶν, προσδέχου τοὺς σταλαγμούς. Κύριε σώσόν με.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.