Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 9 Απριλίου 2009

ΠΕΡΑΝ ΤΟΥ ΙΟΡΔΑΝΟΥ ΣΑΡΚΙ...

Πέραν τοῦ Ἰορδάνου σαρκί, περιπολεύων Ἰησοῦ, τοὶς συνούσί σοί, ἐβόας, ὁ φίλος ἤδη, Λάζαρος ἀποθανών, τὴ ταφὴ ἀρτίως παραδίδοται, διὸ χαίρω φίλοι μου, δι' ἡμᾶς ἵνα μάθητε, ὡς πάντα οἶδα, Θεὸς ὧν ἀδιάστατος, εἰ καὶ πέφυκα, τὸ ὁρώμενον ἄνθρωπος. Ἄγωμεν οὖν ζωώσοντες αὐτὸν ὅπως θάνατος αἴσθηται τούτου τὸ νῖκος, καὶ τὴν τελείαν κατάλυσιν, σαφῶς ἣν ποιήσω, παρεχόμενος τῶ Κόσμω, τὸ μέγα ἔλεος.
Μάρθαν καὶ τὴν Μαρίαν πιστοί, ἐκμιμησάμενοι πρὸς Κύριον πέμψωμεν, ἐνθέους, ὡς πρέσβεις πράξεις, ὅπως ἐλθὼν τὸν ἡμῶν, νοῦν ἐξαναστήση νεκρὸν κείμενον, δεινῶς ἐν τῷ μνήματι, ἀμελείας ἀναίσθητον, φόβου τοῦ θείου, μηδαμῶς αἰσθανόμενον, καὶ ἐνέργειαν, ζωτικὴν νὺν μὴ ἔχοντα, κράζοντες. Ἴδε Κύριε, καὶ ὥσπερ τὸν φίλον σου, Λάζαρον πάλαι Οἰκτίρμον, ἐπιστασία ἐξήγειρας, φρικτή, οὕτω πάντας, ζωοποίησον παρέχων, τὸ μέγα ἔλεος.
Δισημερεύει Λάζαρος ἐν τῷ τάφω, τοὺς ἀπ' αἰῶνος βλέπει θανέντας, ἐκεῖ τεθέαται δείματα ξένα, πληθὺν ἀναρίθμητον, Ἄδου κρατουμένην τοὶς δεσμοίς, διὸ αἱ σύγγονοι θρηνοῦσι πικρῶς προσβλέπουσαι τὸν τάφον αὐτοῦ, Χριστὸς δὲ ἥκει ζωῶσαι τὸν φίλον τὸν ἑαυτοῦ, τοῦ μίαν παρὰ πάντων ἐπιτελεῖσθαι συμφωνίαν, Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.