

ΤΗ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Τριχινά.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Τριχινά.
Στίχοι
· Θνήσκεις, ὁ πλήξας τριχίνη στολὴ Πάτερ,
· Τὸν ἐνδύσαντα τοὺς γενάρχας φυλλίνην.
· Εἰκάδι σός, Θεόδωρε, λίπ' ὀστέα θυμὸς ἀγήνωρ.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βίκτωρος, Ζωτικοῦ, Ζήνωνος, Ἀκινδύνου, Καισαρίου, Σεβηριανοῦ, Χριστοφόρου, θεωνὰ καὶ Ἀντωνίνου.
Στίχοι
· Σὺν Ἀκινδύνω τέσσαρας κτείνει ξίφος,
· Τὸν ἐκ πλάνης κίνδυνον ἐκπεφευγότας.
· Καμινιαίας αἰθάλης πεπλησμένοι,
· Χριστῷ προσῆλθον οἱ περὶ Χριστοφόρον.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Παλαιολαυρίτου.
Στίχοι
· Νέον τὶ κέρδος, τὸν Παλαιολαυρίτην,
· Ἰωάννην, χαίρουσιν εὐρόντες νόες.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀναστασίου Ἀντιοχείας.
Στίχοι
· Ἀναστάσιε, σοῦ δὲ τὶ γράψω χάριν,
· Χριστοῦ χάριν σπεύδοντος ἐκθανεϊν ξίφει;
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ζακχαίου.
Στίχοι
· Οὐχὶ κατάβα, ἄλλ' ἀνάβα σοὶ λέγει,
· Ζακχαῖε, Χριστὸς προσκαλῶν σὲ εἰς πόλον.
Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.