Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 1 Απριλίου 2009

ΥΜΝΩ ΣΕ ΑΚΟΗΝ ΓΑΡ ΚΥΡΙΕ.....

Ὑμνῶ σε, ἀκοὴν γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην, ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα, διὸ τὴν πολλήν σου ἀγαθότητα, τὴν εἰς ἐμὲ δοξάζω πολυέλεε.
Μετήχθης, ἐκ πατρίδος ἔνδοξε, τὴ Προνοία πλωϊζομένη, πρὸς γὴν τῶ σῶ ἔρωτι, Σιωνιτῶν Ὁσία Μῆτερ, ἐν ἢ διὰ τῆς ἐξαγορεύσεως, τῶν πεπραγμένων εὗρες τὴν διάλυσιν.
Ἀδήλως, ὠθουμένη ἔνδοξε, καὶ βελτίονος ἐποπτείας, μὴ προσεχῶς βλέπουσα, τὴν ἄφραστον φωτοδοσίαν, τὸν νοῦν ἐπιστάτην καταστήσασα, τῆς ἀδηλίας ἔγνως τὰ ἀπόκρυφα.
Ῥωσθεῖσα, σωτηρίω χάριτι, καὶ τὴν θείαν καὶ φωτοφόρον, κατιδοῦσα ἔλλαμψιν, τὰ ὄμματα καὶ τὴν καρδίαν, Σταυρῶ τῶ πανσέπτω προσεπέλασας, καὶ σωτηρίας ἔνθεν ἐκοινώνησας.
Ἰδοῦσα, τὸ φωτοειδέστατον, τῆς Παρθένου καὶ Θεοτόκου, χαρμονικῶς ἴνδαλμα, προσέδραμες μετὰ δακρύων, αὐτὴ τὰς συνθήκας Παμμακάριστε, παραθεμένη πάσης τῆς βιώσεως.