Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 1 Απριλίου 2009

.... ΟΔΟΥΣ ΣΩΤΗΡΙΩΔΕΙΣ ΚΑΤΑΛΙΠΩΝ.....

Ὁρῶν σὲ ἡπλωμένον ἐπὶ Σταυροῦ, τὰς ἀκτῖνας συνέστειλεν ἥλιος, πᾶσα δὲ γῆ, τρόμω ἐκλονεῖτο Παμβασιλεῦ, ἐθελουσίως βλέπουσα, πάσχοντα τὸν φύσει σὲ ἀπαθῆ διὸ σὲ ἱκετεύω, τὰ πάθη τῆς ψυχῆς μου, ὡς ἰατρὸς Χριστὲ θεράπευσον.
Ὁδοὺς σωτηριώδεις καταλιπῶν, τὰς εἰς Ἅδην φερούσας διώδευσα, σκότος βαθύ, ἔχων περικύκλω τὰς ἡδονάς, καὶ τῶν παθῶν τὸν ὄλισθον, καὶ τὴν καταιγίδα τῶν πειρασμῶν, διὸ σὲ ἱκετεύω. Τῶ σῶ Σταυρῶ μὲ σῶσον, Χριστὲ ὡς μόνος πολυέλεος.
Χειμώνι συνεχόμενος πειρασμῶν, καὶ παθῶν τρικυμίαις ποντούμενος, καὶ ἡδονῶν, σάλω χειμαζόμενος χαλεπῶς, τὸ τῆς Νηστείας πέλαγος, ἔφθασα τὸ πρᾶον καὶ γαληνόν, ἐν ὧ μὲ κυβερνήσας, τῶ σῶ Σταυρῶ Οἰκτίρμον, πρὸς σωτηρίαν ἐγκαθόρμισον.