Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 19 Απριλίου 2009

ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΚΑΙ ΛΑΜΠΡΟΦΟΡΟΝ ΗΜΕΡΑΝ ΤΗΣ ΕΝΔΟΞΟΥ ΚΑΙ ΣΩΤΗΡΙΩΔΟΥΣ ΧΡΙΣΤΟΥ ΤΟΥ ΘΕΟΥ ΗΜΩΝ, ΑΝΑΣΤΑΣΕΩΣ

ΙΩΑΝΝΟΥ

ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ



Εἰς τὴν ἁγίαν καὶ λαμπροφόρον ἡμέραν τῆς ἐνδόξου καὶ σωτηριώδους Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ἀναστασεως.
Εἶτις εὐσεβὴς καὶ φιλόθεος ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρὰς πανηγύρεως, Εἶτις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ, Εἶτις ἔκαμε νηστεύων, ἀπολαυέτω νὺν τὸ δηνάριον, Εἶτις ἀπὸ τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα, Εἶτις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω, Εἶτις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω, καὶ γὰρ οὐδὲν ζημιοῦται, Εἶτις ὑστέρησεν εἰς τὴν ἐννάτην, προσελθέτω, μηδὲν ἐνδοιάζων, Εἶτις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῆ τὴν βραδύτητα, φιλότιμος γὰρ ὧν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον, Ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης, Καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει, κακείνω δίδωσι, καὶ τούτω χαρίζεται, Καὶ τὰ ἔργα δέχεται, καὶ τὴν γνώμην ἀσπάζεται, Καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ, οὐκοῦν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολαύετε, Πλούσιοι καὶ πένητες μέτ' ἀλλήλων χορεύσατε, Ἐγκρατεῖς καὶ ῥάθυμοι τὴν ἡμέραν τιμήσατε, Νηστεύσαντες καὶ μὴ νηστεύσαντες, εὐφράνθητε σήμερον, Ἡ τράπεζα γέμει τρυφήσατε πάντες, ὁ μόσχος πολὺς μηδεῖς ἐξέλθη πεινῶν, Πάντες ἀπολαύετε τοῦ συμποσίου τῆς πίστεως Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος, Μηδείς θρηνείτω πενίαν ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία, Μηδεὶς ὀδυρέσθω πταίσματα, συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε, Μηδεὶς φοβείσθω θάνατον, ἠλευθέρωσε γὰρ ἡμᾶς τοῦ Σωτῆρος ὁ θάνατος, Ἔσβεσεν αὐτόν, ὑπ' αὐτοῦ κατεχόμενος, Ἐσκύλευσε τὸν Ἅδην, ὁ κατελθὼν εἰς τὸν Ἅδην, Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκὸς αὐτοῦ, καὶ τοῦτο προλαβῶν Ἡσαϊας, ἐβόησεν, ὁ Ἅδης, φησίν, ἐπικράνθη συναντήσας σοὶ κάτω, Ἐπικράνθη, καὶ γὰρ κατηργήθη Ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη, Ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη, Ἐπικράνθη, καὶ γὰρ καθηρέθη, Ἐπικράνθη, καὶ γὰρ ἐδεσμεύθη, Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν, Ἔλαβε γήν, καὶ συνήντησεν οὐρανῶ, Ἔλαβεν, ὅπερ ἔβλεπε, καὶ πέπτωκεν, ὅθεν οὐκ ἔβλεπε, Ποῦ σου θάνατε τὸ κέντρον; ποῦ σου Ἅδη τὸ νῖκος; Ἀνέστη Χριστός, καὶ σὺ καταβέβλησαι, Ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες, Ἀνέστη Χριστός, καὶ χαίρουσιν Ἄγγελοι, Ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται Ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος, Χριστὸς γὰρ ἐγερθείς ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο, Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.