· Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.
· Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλη καρδία ἐκζητήσουσιν αὐτόν.
· Ἡ ζωὴ πῶς θνήσκεις; πῶς καὶ τάφω οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ τοῦ Ἄδου τοὺς νεκροὺς ἐξανιστάς.
· Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοὶς αὐτοῦ ἐπορεύθησαν.
· Μεγαλύνομέν σε, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου, δι' ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.
· Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα.
· Μέτρα γὴς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεῦ τάφω σήμερον, ἐκ μνημάτων τοὺς θανέντας ἀνιστῶν.
· Ὄφελον κατευθυνθείησαν αἳ ὁδοί μου...
· Ἰησοῦ Χριστέ μου, Βασιλεῦ τοῦ παντός, τὶ ζητῶν τοὶς ἐν τῷ Ἅδη ἐλήλυθας; ἢ τὸ γένος ἀπολύσαι τῶν βροτῶν.
· Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ μὲ ἐπιβλέπειν..
· Ὁ Δεσπότης πάντων, καθορᾶται νεκρός, καὶ ἐν μνήματι καινῶ κατατίθεται, ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν.
· Ἔξομολογήσομαί σοὶ ἐν εὐθύτητι καρδίας...
· Ἡ ζωὴ ἐν τάφῳ κατετέθης Χριστέ, καὶ θανάτω σου τὸν θάνατον ὤλεσας, καὶ ἐπήγασας τῶ Κόσμω, τὴν ζωήν.
· Τὰ δικαιώματά σου φυλάξω, μὴ μὲ ἐγκαταλίπης ἕως σφόδρα.
· Μετὰ τῶν κακούργων, ὡς κακοῦργος Χριστέ, ἑλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας, κακουργίας τοῦ ἀρχαίου πτερνιστοῦ.
· Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ;
· Ὁ ὡραῖος κάλλει, παρὰ πάντας βροτούς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν ὡραϊσας τοῦ παντός.
· Ἐν ὅλη καρδία μου ἐξεζήτησά σε, μὴ ἀπώση μὲ ἀπὸ τῶν ἐντολῶν σου.
· Ἅδης πῶς ὑποίσει, Σῶτερ παρουσίαν τὴν σήν, καὶ μὴ θᾶττον συνθλασθείη σχοτούμενος, ἀστραπῆς φωτός σου αἴγλη ἐκτυφλωθείς;
· Ἐν τῇ καρδία μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοί.
· Ἰησοῦ γλυκὺ μοί, καὶ σωτήριον φῶς, τάφω πῶς ἐν σκοτεινῷ κατακέκρυψαι; ὧ ἀφάτου, καὶ ἀρρήτου ἀνοχῆς!
· Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
· Ἀπορεῖ καὶ φύσις, νοερὰ καὶ πληθύς, ἡ ἀσώματος Χριστὲ τὸ μυστήριον, τῆς ἀφράστου καὶ ἀρρήτου σου ταφῆς.
· Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.
· Ὧ θαυμάτων ξένων! ὧ πραγμάτων καινῶν! Ὁ πνοῆς μοὶ χορηγὸς ἄπνους φέρεται, κηδευόμενος χερσὶ τοῦ Ἰωσήφ.
· Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἑτέρφθην...
· Καὶ ἐν τάφῳ ἔδυς, καὶ τῶν κόλπων Χριστὲ τῶν πατρῶ ὢν οὐδαμῶς ἀπεφοίτησας, τοῦτο ξένον καὶ παράδοξον ὁμοῦ.
· Ἐν ταῖς ἐντολαίς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου.
· Ἀληθὴς καὶ πόλου, καὶ τῆς γῆς Βασιλεύς, εἰ καὶ τάφω σμικροτάτω συγκέκλεισαι, ἐπεγνώσθης πάση κτίσει Ἰησοῦ.
· Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.
· Σοῦ τεθέντος τάφω, πλαστουργέτα Χριστέ, τὰ τοῦ Ἄδου ἐσαλεύθη θεμέλια, καὶ μνημεῖα ἠνεώχθη τῶν βροτῶν.
· Ἀνταπόδος τῶ δούλω σου, ζήσόν με, καὶ φυλάξω τοὺς λόγους σου.
· Ὁ τὴν γὴν κατέχων, τὴ δρακὶ νεκρωθείς, σαρκικῶς ὑπὸ τῆς γῆς νὺν συνέχεται, τοὺς νεκροὺς λυτρῶν τῆς Ἄδου συνοχῆς.
· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.
· Ἐκ φθορᾶς ἀνέβης, ἡ ζωή μου Σωτήρ, σοῦ θανόντος καὶ νεκροῖς προσφοιτήσαντος, καὶ συνθλάσαντος τοῦ Ἄδου τοὺς μοχλούς.
· Πάροικος ἐγὼ εἰμι ἐν τῇ γῆ, μὴ ἀποκρύψης ἀπ' ἐμοῦ τὰς ἐντολάς σου.
· Ὡς φωτὸς λυχνία, νὺν ἡ σάρξ τοῦ Θεοῦ, ὑπὸ γὴν ὡς ὑπὸ μόδιον κρύπτεται, καὶ διώκει τὸν ἐν Ἅδη σκοτασμόν.
· Ἐπεπόθησεν ἡ ψυχή μου, τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῶ.
· Νοερῶν συντρέχει, στρατιὼν ἡ πληθύς, Ἰωσὴφ καὶ Νικοδήμω συστείλαί σε, τὸν ἀχώρητον ἐν μνήματι σμικρῶ.
· Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.
· Νεκρωθεὶς βουλήσει, καὶ τεθεὶς ὑπὸ γήν, ζωοβρύτα Ἰησοῦ μου ἐζώωσας, νεκρωθέντα παραβάσει μὲ πικρά.
· Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν...
· Ἡλλοιοῦτο πᾶσα, κτίσις πάθει τῶ σῶ, πάντα γὰρ σοὶ Λόγε συνέπασχον, συνοχέα σὲ γινώσκοντα παντός.
· Καὶ γὰρ ἐκάθησαν ἄρχοντες, καὶ κατ' ἐμοῦ κατελάλουν...
· Τῆς ζωῆς τὴν πέτραν ἐν κοιλίᾳ λαβών, Ἅδης ὁ παμφάγος ἐξήμεσεν, ἐξ αἰῶνος οὓς κατέπιε νεκρούς.
· Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστί...
· Ἐν καινῷ μνημείω, κατετέθης Χριστέ, καὶ τὴν φύσιν τῶν βροτῶν ἀνεκαίνισας, ἀναστὰς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.
· Ἐκολλήθη τῶ ἐδάφει ἡ ψυχή μου, ζήσόν με κατὰ τὸν λόγον σου.
· Ἐπὶ γῆς κατῆλθες, ἵνα σώσης Ἀδάμ, καὶ ἐν γῆ μῇ εὐρηκῶς τοῦτον Δέσποτα, μέχρις Ἄδου κατελήλυθας ζητῶν.
· Τὰς Ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου, δίδαξόν με τὰ δικαιώματά σου.
· Συγκλονεῖται φόβω, πᾶσα Λόγε ἡ γῆ, καὶ Φωσφόρος τὰς ἀκτῖνας ἀπέκρυψε, τοῦ μεγίστου γῆ κρυβέντος σου φωτός.
· Ὅδόν δικαιωμάτων σου συνέτισόν με...
· Ὡς βροτὸς μὲν θνήσκεις, ἑκουσίως Σωτήρ, ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας, ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.
· Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου.
· Δακρυρρόους θρήνους, ἐπὶ σὲ ἡ Ἁγνή, μητρικῶς ὧ Ἰησοῦ ἐπιρραίνουσα, ἀνεβόα. Πῶς κηδεύσω σὲ Υἱὲ;
· Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ...
· 'ὥσπερ σίτου κόκκος, ὑποδὺς κόλπους γής, τὸν πολύχουν ἀποδέδωκας ἄσταχυν, ἀναστήσας τοὺς βροτοὺς τοὺς ἐξ, Ἀδάμ.
· Ὁδὸν ἀληθείας ἠρετισάμην, καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην.
· Ὑπὸ γὴν ἐκρύβης, ὥσπερ ἥλιος νύν, καὶ νυκτὶ τὴ τοῦ θανάτου κεκάλυψαι, ἀλλ' ἀνάτειλον φαιδρότερον Σωτήρ.
· Ἐκολλήθην τοὶς μαρτυρίοις σου, Κύριε...
· Ὡς ἠλίου δίσκον, ἡ σελήνη Σωτήρ, ἀποκρύπτει, καὶ σὲ τάφος νὺν ἔκρυψεν, ἐκλιπόντα τοῦ θανάτου σαρκικῶς.
· Ὁδὸν ἐντολῶν σου ἕδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
· Ἡ ζωὴ θανάτου, γευσαμένη Χριστός, ἐκ θανάτου τοὺς βροτοὺς ἠλευθέρωσε, καὶ τοὶς πᾶσι νὺν δωρεῖται τὴν ζωήν.
· Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός.
· Νεκρωθέντα πάλαι, τὸν Ἀδὰμ φθονερῶς, ἐπανάγεις πρὸς ζωὴν τὴ νεκρώσει σου, νέος Σῶτερ ἐν σαρκὶ φανεῖς Ἀδάμ.
· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου...
· Νοεραὶ σὲ τάξεις, ἡπλωμένον νεκρόν, καθορῶσαι δι' ἡμᾶς ἐξεπλήττοντο, καλυπτόμεναι ταὶς πτέρυξι Σωτήρ.
· Ὁδήγησόν με ἐν τῇ τρίβω τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα.
· Καθελῶν σὲ Λόγε, ἀπὸ ξύλου νεκρόν, ἐν μνημείῳ Ἰωσὴφ νὺν κατέθετο. Ἀλλ' ἀνάστα σώζων πάντας ὡς Θεός.
· Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, Καὶ μὴ εἰς πλεονεξίαν.
· Τῶν Ἀγγέλων Σῶτερ, χαρμονὴ πεφυκῶς, νὺν καὶ λύπης τούτοις γέγονας αἴτιος, καθορώμενος σαρκὶ ἄπνους νεκρός.
· Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζήσόν με.
· Ὑψωθεὶς ἐν ξύλῳ, καὶ τοὺς ζῶντας βροτούς, συνυψοῖς, ὑπὸ τὴν γὴν δὲ γενόμενος, τοὺς κειμένους δ' ὑπ' αὐτὴν ἐξανιστάς.
· Στῆσον τῶ δούλω σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου.
· 'ὥσπερ λέων Σῶτερ, ἀφυπνώσας σαρκί, ὡς τὶς σκύμνος ὁ νεκρὸς ἐξανίστασαι, ἀποθέμενος τὸ γῆρας της σαρκός.
· Περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα...
· Τὴν πλευρὰν ἐνύγης, ὁ πλευρὰν εἰληφῶς, τοῦ Ἀδὰμ ἐξ ἦς τὴν Εὔαν διέπλασας, καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.
· Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνη σου ζήσόν με.
· Ἐν κρυπτῷ μὲν πάλαι, θύεται ὁ ἀμνός, σὺ δ' ὑπαίθριος τυθεὶς ἀνεξίκακε, πᾶσαν κτίσιν ἀπεκάθηρας Σωτήρ.
· Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, Κύριε...
· Τὶς ἐξεῖποι τρόπον, φρικτὸν ὄντως καινόν, ὁ δεσπόζων γὰρ τῆς Κτίσεως σήμερον, πάθος δέχεται, καὶ θνήσκει δι' ἡμᾶς.
· Καὶ ἀποκριθήσομαι τοὶς ὀνειδίζουσί μοὶ λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου.
· Ὁ ζωῆς ταμίας, πῶς ὁρᾶται νεκρός; ἐκπληττόμενοι οἱ Ἄγγελοι ἔκραζον, πῶς δ' ἐν μνήματι συγκλείεται Θεός:
· Καὶ μὴ περιέλης ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα...
· Λογχονύκτου Σῶτερ, ἐκ πλευρᾶς σου ζωήν, τὴ ζωὴ τὴ ἐκ ζωῆς ἐξωσάση με, ἐπιστάζεις καὶ ζωοὶς μὲ σὺν αὐτή.
· Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
· Ἁπλωθεὶς ἐν ξύλῳ, συνηγάγω βροτούς, τὴν πλευράν σου δὲ νυγεὶς τὴν ζωήρρητον, πάσιν ἄφεσιν πηγάζεις Ἰησοῦ.
· Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
· Ὁ εὐσχήμων Σῶτερ, σχηματίζει φρικτῶς, καὶ κηδεύει ὡς νεκρὸν εὐσχημόνως σε, καὶ θαμβείταί σου τὸ σχῆμα τὸ φρικτόν.
· Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ἠσχυνόμην.
· Ὑπὸ γὴν βουλήσει, κατελθῶν ὡς θνητός, ἐπανάγεις ἀπὸ γὴς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.
· Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαίς σου, ἃς ἠγάπησα σφόδρα.
· Κὰν νεκρὸς ὠράθης, ἀλλὰ ζῶν ὡς Θεός, ἐπανάγεις ἀπὸ γὴς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.
· Καὶ ἦρα τὰς χείράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα.
· Κὰν νεκρὸς ὠράθης, ἀλλὰ ζῶν ὡς Θεός, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, τὸν ἐμὸν ἀπονεκρώσας νεκρωτήν.
· Καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου.
· Ὧ χαρὰς ἐκείνης! ὧ πολλῆς ἡδονῆς! ἢς πὲρ τοὺς ἐν Ἅδη πεπλήρωσας, ἐν πυθμέσι φῶς ἀστράψας ζοφεροῖς.
· Μνήσθητι τῶν λόγων σου τῶ δούλω σου...
· Προσκυνῶ τὸ Πάθος, ἀνυμνῶ τὴν Ταφήν, μεγαλύνω σου τὸ κράτος Φιλάνθρωπε, δι' ὧν λέλυμαι παθῶν φθοροποιῶν.
· Αὕτη μὲ παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου...
· Κατὰ σοῦ ῥομφαία, ἑστιλβοῦτο Χριστέ, καὶ ῥομφαία ἰσχυροῦ μὲν ἀμβλύνεται, καὶ ῥομφαία δὲ τροποῦται τῆς Ἐδέμ.
· Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα...
· Ἡ Ἀμνὰς τὸν Ἄρνα, βλέπουσα ἐν σφαγῇ, ταὶς αἰκίσι βαλλομένη ἠλάλαζε, συγκινοῦσα καὶ τὸ ποίμνιον βοᾶν.
· Ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην.
· Κὰν ἐνθάπτη τάφω, κὰν εἰς Ἄδου μολής, ἀλλὰ Σῶτερ καὶ τοὺς τάφους ἐκένωσας, καὶ τὸν Ἅδην ἀπεγύμνωσας Χριστέ.
· Ἀθυμία κατέσχε μὲ ἀπὸ ἁμαρτωλῶν, τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.
· Ἑκουσίως Σῶτερ, κατελθῶν ὑπὸ γήν, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, καὶ ἀνήγαγες ἐν δόξῃ πατρική.
· Ψαλτὰ ἤσάν σοὶ τὰ δικαιώματά σου...
· Τῆς Τριάδος ὁ εἷς, ἐν σαρκὶ δι' ἡμᾶς, ἐπονείδιστον ὑπέμεινε θάνατον, φρίττει ἥλιος, καὶ τρέμει δὲ ἡ γῆ.
· Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε...
· Ὡς πικρὰς ἐκ κρήνης, τῆς Ἰούδα φυλῆς, οἱ ἀπόγονοι ἐν λάκκῳ κατέθεντο, τὸν τροφέα μανναδότην Ἰησοῦν.
· Αὕτη ἐγενήθη μοί, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
· Ὁ Κριτὴς ὡς κριτός, πρὸ Πιλάτου κριτοῦ, καὶ παρίστατο καὶ θάνατον ἄδικον, κατεκρίθη διὰ ξύλου σταυρικοῦ.
· Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου.
· Ἀλαζὼν Ἰσραήλ, μιαιφόνε λαέ, τὶ παθῶν τὸν Βαραββᾶν ἠλευθέρωσας; τὸν Σωτήρα δὲ παρέδωκας Σταυρῶ;
· Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλη καρδία μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
· Ὁ χειρί σου πλάσας, τὸν Ἀδὰμ ἐκ τῆς γῆς, δι' αὐτὸν τὴ φύσει γέγονας ἄνθρωπος, καὶ ἐσταύρωσαι βουλήματι τῶ σῶ.
· Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.
· Ὑπακούσας Λόγε, τῶ ἰδίω Πατρί, μέχρις Ἄδου τοῦ δεινοῦ καταβέβηκας, καὶ ἀνέστησας τὸ γένος τῶν βροτῶν.
· Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου.
· Οἴμοι φῶς τοῦ Κόσμου! οἴμοι φῶς τὸ ἐμόν! Ἰησοῦ μου ποθεινότατε ἔκραζεν, ἡ Παρθένος θρηνωδοῦσα γοερῶς.
· Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοί, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
· Φθονουργέ, φονουργέ, καὶ ἀλάστορ λαέ, κὰν σινδόνας καὶ αὐτὸ τὸ σουδάριον, αἰσχύνθητι, ἀναστάντος τοῦ Χριστοῦ.
· Μεσονύκτιον ἐξηγειρόμην, τοῦ ἐξομολογείσθαί σοὶ ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
· Δεῦρο δὴ μιαρέ, φονευτὰ μαθητά, καὶ τὸν τρόπον τῆς κακίας σου δείξόν μοί, δι' ὃν γέγονας προδότης τοῦ Χριστοῦ.
· Μέτοχος ἐγὼ εἰμι πάντων τῶν φοβουμένων σε...
· Ὡς φιλάνθρωπός τίς, ὑποκρίνη μωρὲ καὶ τυφλὲ πανωλεθρότατε ἄσπονδε, ὁ τὸ μυρον πεπρακῶς διὰ τιμῆς.
· Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ...
· Οὐρανίου μύρου, ποίαν ἔσχες τιμήν, τοῦ τιμίου τὶ ἐδέξω ἀντάξιον, λύσσαν εὗρες καταρώτατε Σατάν.
· Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου.
· Εἰ φιλόπτωχος εἶ, καὶ τὸ μύρον λυπή, κενουμένου εἰς ψυχῆς ἱλαστήριον, πῶς χρυσῶ ἀπεμπολεὶς τὸν Φωταυγῆ;
· Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταὶς ἐντολαίς σου ἐπίστευσα.
· Ὁ Θεὲ καὶ Λόγε, ὧ χαρὰ ἡ ἐμή, πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον.
· νὺν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.
· Πρὸ τοῦ μὲ ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα...
· Τὶς μοὶ δώσει ὕδωρ, καὶ δακρύων πηγάς, ἡ Θεόνυμφος Παρθένος ἐκραύγαζεν, ἵνα κλαύσω τὸν γλυκύν μου Ἰησοῦν;
· Χριστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου.
· Ὧ βουνοὶ καὶ νάπαι, καὶ ἀνθρώπων πληθύς, κλαύσατε καὶ πάντα θρηνήσατε, σὺν ἐμοὶ τὴ τοῦ Θεοῦ ἡμῶν Μητρί.
· Ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων...
· Πότε ἴδω Σῶτερ, σὲ τὸ ἄχρονον φῶς, τὴν χαρὰν καὶ ἡδονὴν τῆς καρδίας μου; ἡ Παρθένος ἀνεβόα γοερῶς.
· Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.
· Κὰν ὡς πέτρα Σῶτερ, ἡ ἀκρότομος σύ, κατε τομήν, ἀλλ' ἐπήγασας, ζῶν τὸ ῥείδέξω τὴν θρόνως πηγὴ ὧν τῆς ζωῆς.
· Ἀγαθὸν μοὶ ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
· Ὡς ἐκ κρήνης μιᾶς, τὸν διπλοῦν ποταμόν, τῆς πλευρᾶς σου προχεούσης ἀρδόμενοι, τὴν ἀθάνατον καρπούμεθα ζωήν.
· Ἀγαθὸς μοὶ ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
· Θέλων ὤφθης Λόγε, ἐν τῷ τάφω νεκρός, ἀλλὰ ζής, καὶ τοὺς βροτοὺς ὡς προείρηκας, ἀναστάσει σου Σωτήρ μου ἐγερείς.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.