Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 2 Απριλίου 2009

.... ΤΗΣ ΠΙΣΤΕΩΣ ΕΝ ΤΗ ΠΕΤΡΑ ΜΕ......ΤΡΙΑΣ ΑΠΛΗ, ΑΔΙΑΙΡΕΤΕ.....ΥΜΝΟΥΜΕΝ ΣΕ, ΕΥΛΟΓΟΥΜΕΝ ΣΕ....

Ἐν τῇ Βασιλεία σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθης ἐν τῇ βασιλεία σου

Ληστὴν τοῦ Παραδείσου Χριστὲ πολίτην, ἐπὶ Σταυροῦ σοὶ βοήσαντα, τὸ Μνήσθητί μου προαπειργάσω, αὐτοῦ τῆς μετανοίας ἀξίωσον καμὲ τὸν ἀνάξιον.

Μακάριοι οἱ πτωχοὶ τῶ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν

Τὸν Μανωὲ ἀκούεις πάλαι ψυχή μου, Θεοῦ ἐν φαντασίᾳ γενόμενον, καὶ τὸν ἐκ στεῖρας τότε λαβόντα, καρπὸν ἐπαγγελίας, αὐτοῦ τὸ εὐσεβὲς μιμησώμεθα.

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται

Τὴν τοῦ Σαμψῶν ζηλώσασα ῥαθυμίαν, τὴν δόξαν ἀπεκείρω τῶν ἔργων σου, ψυχὴ προδοῦσα τοὶς ἀλλοφύλοις, διὰ φιληδονίας, τὴν σώφρονα ζωὴν καὶ μακάριον.

Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γὴν

Ὁ πρὶν ἐν σιαγόνι ὄνου νικήσας, τοὺς ἀλλοφύλους νὺν παρανάλωμα, τῆς ἐμπαθοῦς λαγνείας εὑρέθη, ἀλλ' ἔκφυγε ψυχή μου, τὴν μίμησιν, τὴν πρᾶξιν, τὴν χαύνωσιν.

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται

Βαρὰκ καὶ Ἰεφθάε οἱ στρατιάρχαι, κριταὶ τοῦ Ἰσραὴλ προεκρίθησαν, μεθ' ὧν Δεβόρρα ἡ ἀρρενόφρων, αὐτῶν ταὶς ἀριστείαις, ψυχὴ ἀρρενωθεῖσα κρατύνθητι.

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται

Τὴν Ἰαὴλ ἀνδρείαν ἔγνως ψυχή μου, τὴν τὸν Σισάρα πρὶν σκολοπίσασαν, καὶ σωτηρίαν ἐργασαμένην, τὸν πάσσαλον ἀκούεις, δι' οὗ σοὶ ὁ Σταυρὸς εἰκονίζεται.

Μακάριοι οἱ καθαροὶ τὴ καρδία, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται

Θύσον ψυχὴ θυσίαν ἐπαινουμένην, πρᾶξιν ὡς θυγατέρα προσάγαγε, τῆς Ἰεφθάε καθαρωτέραν, καὶ σφάξον ὥσπερ θῦμα, τὰ πάθη τῆς σαρκὸς τῶ Κυρίω σου.

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται

Τοῦ Γεδεῶν τὸν πόκον νόει ψυχή μου, ἐξ οὐρανοῦ τὴν δρόσον ὑπόδεξαι, καὶ κύψον ὥσπερ κύων καὶ πίε, τὸ νᾶμα τὸ ἐκ νόμου, ῥυὲν τὴ ἀποθλίψει τοῦ γράμματος.

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν

Ἠλεῖ τοῦ Ἱερέως τὴν καταδίκην, ψυχή μου ἐπεσπάσω δι' ἔνδειαν, φρενῶν ἀνασχομένη τὰ πάθη, ἐν σοὶ ὥσπερ ἐκεῖνος, τὰ τέκνα ἐνεργεῖν τὰ παράνομα.

Μακάριοι ἐστέ, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ

Ἐν τοῖς κριταῖς Λευϊτης δι' ἐμμελείας, τὴν ἑαυτοῦ γυναίκα ταὶς δώδωκα, φυλαὶς διεῖλε ψυχή μου, ἵνα τὸ μῖσος θριαμβεύση, τὸ ἐκ Βενιαμὶν τὸ παράνομον.

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοὶς

Ἡ φιλοσώφρων Ἄννα προσευχομένη, τὰ χείλη μὲν ἐκίνει πρὸς αἴνεσιν, φωνὴ δὲ ταύτης οὐκ ἐξηχεῖτο, ἀλλ' ὅμως στεῖρα οὖσα, Υἱὸν τῆς προσευχῆς τίκτει ἄξιον.

Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου

Ἐν τοῖς κριταῖς ὁ Ἄννης ἐκρίθη γόνος, ὁ μέγας Σαμουήλ, ὃν ἐθρέψατο, ἡ Ἀρμαθὲμ ἐν οἴκῳ Κυρίου, αὐτὸν ζήλου ψυχή μου, καὶ κρίναι πρὸς τῶν ἄλλων τὰ ἔργα σου.

Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου

Δαυϊδ εἰς Βασιλέα ἐκλελεγμένος, βασιλικῶς ἐχρίσθη τῶ κέρατι, τοῦ θείου μύρου, σὺ οὖν ψυχή μου, τὴν ἄνω Βασιλείαν εἰ θέλεις, μύρω χρίσαι τοὶς δάκρυσιν.

Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου

Ἐλέησον τὸ πλάσμα σου Ἐλεῆμον, οἴκτειρον τῶν χειρῶν σου τὸ ποίημα, καὶ φεῖσαι πάντων ἡμαρτηκότων, καμοῦ τοῦ ὑπὲρ πάντας, τοὶς σοὶς ὑπεριδόντος προστάγμασι.

Δόξα...

Ἀνάρχω καὶ γεννήσει τε καὶ προόδω, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον Πατρί τε, καὶ Υἱῶ, Πνεῦμα Ἅγιον.

Καὶ νύν... Θεοτοκίον

Τὸν ὑπερ φύσιν Τόκον σου προσκυνοῦμεν, τὴν κατὰ φύσιν δόξαν τοῦ βρέφους σου, μὴ διαιροῦντες Θεογεννῆτορ, ὁ εἷς γὰρ τῶ προσώπω, διττὸς ὁμολογεῖται ταὶς φύσεσιν.



Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

«Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδώης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός». (Δίς)



Ἡμάρτηκα, ἐπλημμέλησα, καὶ ἠθέτησα τὴν ἐντολήν σου, ὅτι ἐν ἁμαρτίαις προήχθην, καὶ προσέθηκα τοὶς μώλωψι τραῦμα ἐμοί, ἀλλ' αὐτὸς μὲ ἐλέησον ὡς εὔσπλαγχνος, ὁ τῶν Πατέρων Θεός.



Τὰ κρύφια τῆς καρδίας μου, ἐξηγόρευσά σοὶ τῶ Κριτή μου, ἴδε μου τὴν ταπείνωσιν, ἴδε καὶ τὴν θλίψίν μου, καὶ πρόσχες τὴ κρίσει μου νύν, καὶ αὐτὸς μὲ ἐλέησον ὡς εὔσπλαγχνος ὁ τῶν Πατέρων Θεός.



Σαοὺλ ποτέ, ὡς ἀπώλεσε, τοῦ πατρὸς αὐτοῦ ψυχὴ τὰς ὄνους, πάρεργον τὸ βασίλειον εὗρε, πρὸς ἀνάρρησιν. Ἀλλ' ὅρα μὴ λάθης σαυτήν, τὰς κτηνώδεις ὀρέξεις σου, προκρίνουσα τῆς βασιλείας Χριστοῦ.



Δαυϊδ ποτέ, ὁ πατρόθεος, εἰ καὶ ἥμαρτε διττῶς ψυχή μου, βέλει μὲν τοξευθεὶς τῆς μοιχείας, τῶ δὲ δόρατι ἀλοὺς τῆς τοῦ φόνου ποινῆς. ἀλλ' αὐτὴ τὰ βαρύτερα τῶν ἔργων νοσείς, ταὶς κατὰ γνώμην ὁρμαίς.



Συνῆψε μέν, ὁ Δαυϊδ ποτέ, ἀνομήματι τὴν ἀνομίαν, φόνω γὰρ τὴν μοιχείαν ἐκίρνα, τὴν μετάνοιαν εὐθὺς παραδείξας διπλῆν. ἀλλ' αὐτὴ πονηρότερα εἰργάσω, ψυχή, μὴ μεταγνοῦσα Θεῷ.



Δαυϊδ ποτὲ ἀνεστήλωσε, συγγραψάμενος ὡς ἐν εἰκόνι, ὕμνον, δι' οὗ τὴν πρᾶξιν ἐλέγχει, ἣν εἰργάσατο κραυγάζων. Ἐλέησόν με, σοὶ γὰρ μόνω ἐξήμαρτον, τῶ πάντων Θεῷ, αὐτὸς καθάρισόν με.



Ἡ Κιβωτός, ὡς ἐφέρετο, ἐπιδίφριος ὁ Ζὰν ἐκεῖνος, ὅτε ἀνατραπέντος τοῦ μόσχου, μόνον ἥψατο, Θεοῦ ἐπειράθη ὀργῆς, ἀλλ' αὐτοῦ τὴν αὐθάδειαν, φυγοῦσα ψυχή, σέβου τὰ θεία καλῶς.



Ἀκήκοας, τοῦ Ἀβεσσαλώμ, πῶς τῆς φύσεως ἀντεξανέστη, ἔγνως τὰς ἐναγεῖς αὐτοῦ πράξεις, αἲς ἐξύβρισε, τὴν κοίτην Δαυϊδ τοῦ πατρός, ἀλλ' αὐτὴ ἐμιμήσω, τὰς αὐτοῦ ἐμπαθεῖς, καὶ φιληδόνους ὁρμᾷς.



Ὑπέταξας, τὸ ἀδούλωτον, σοῦ ἀξίωμα τῶ σώματί σου, ἄλλον γάρ, Ἀχιτόφελ εὑροῦσα τὸν ἐχθρὸν σὺ ψυχή, συνῆλθες ταὶς τούτου βουλαίς. Ἀλλ' αὐτὰς διεσκέδασεν, αὐτὸς ὁ Χριστός, ἵνα σὺ πάντων σωθής.



Ὁ Σολομῶν, ὁ θαυμάσιος, ὁ καὶ χάριτος σοφίας πλήρης, οὗτος τὸ πονηρὸν ἐναντίον, τοῦ Θεοῦ ποτέ, ποιήσας ἀπέστη αὐτοῦ, ὧ αὐτὴ τὸν ἐπάρατόν σου βίον, ψυχὴ προσαφωμοίωσας.



Ταὶς ἡδοναίς, ἐξελκόμενος, τῶν παθῶν αὐτοῦ κατερρυποῦτο, οἴμοι! ὁ ἐραστὴς τῆς σοφίας, ἐραστὴς πορνῶν γυναικῶν, καὶ ξένος Θεοῦ, ὃν αὐτὴ ἐμιμήσω, κατὰ νοῦν ὧ ψυχή, ἡδυπαθείαις αἰσχραῖς.



Τὸν Ῥοβοάμ, παρεζήλωσας, ἀλογήσαντα βουλὴν πατρώαν, ἅμα δὲ καὶ τὸν κάκιστον δοῦλον, Ἱεροβοάμ, τὸν πρὶν ἀποστάτην ψυχή. Ἄλλά φεῦγε τὴν μίμησιν, καὶ κράζε Θεῷ. Ἥμαρτον οἴκτειρόν με.



Τὸν Ἀχαὰβ παρεζήλωσας, τοὶς μιάσμασι ψυχή μου, οἴμοι! γέγονας σαρκικῶν μολυσμάτων, καταγώγιον καὶ σκεῦος αἰσχρὸν τῶν παθῶν. Ἀλλ' ἐκ βάθους σου στέναξον, καὶ λέγε Θεῷ, τὰς ἁμαρτίας σου.



Ἐκλείσθη σοί, οὐρανὸς ψυχή, καὶ λιμὸς Θεοῦ κατέλαβέ σε, ὅτε τοὶς Ἡλιοῦ τοῦ θεσβίστου, ὡς ὁ Ἀχαάβ, ἠπείθησας λόγοις ποτέ., Ἀλλὰ τὴ Σαραφθία ὁμοιώθητι, θρέψον Προφήτου ψυχήν.



Τοῦ Μανασσῆ, ἐπεσώρευσας, τὰ ἐγκλήματα τὴ προαιρέσει, στήσασα ὡς βδελύγματα πάθη, καὶ πληθύνουσα ψυχή, προσωχθίσματα. Ἀλλ' αὐτοῦ τὴν μετάνοιαν, ζηλοῦσα θερμῶς, κτῆσαι κατάνυξιν.



Προσπίπτω σοί, καὶ προσάγω σοί, ὥσπερ δάκρυα τὰ ῥήματά μου, ἥμαρτον, ὡς οὐχ ἥμαρτε Πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς. Ἀλλ' οἰκτείρησον Δέσποτα τὸ ποίημά σου, καὶ ἀνακάλεσαί με.



Κατέχρωσα, τὴν εἰκόνα σου, καὶ παρέφθειρα τὴν ἐντολήν σου, ὅλον ἀπημαυρώθη τὸ κάλλος, καὶ τοὶς πάθεσιν ἐσβέσθη Σωτὴρ ἡ λαμπάς. ἀλλ' οἰκτείρας ἀπόδος μοί, ὡς ψάλλει Δαυϊδ τὴν ἀγαλλίασιν.



Ἐπίστρεψον, μετανόησον, ἀνακάλυψον τὰ κεκρυμμένα, λέγε Θεῷ τῶ τὰ πάντα εἰδότι. Σὺ γινώσκεις μου τὰ κρύφια μόνε Σωτήρ, καὶ αὐτὸς μὲ ἐλέησον, ὡς ψάλλει Δαυϊδ, κατὰ τὸ ἔλεός σου.



Ἐξέλιπον, αἱ ἡμέραι μου, ὡς ἐνύπνιον ἐγειρομένου, ὅθεν ὡς Ἐζεκίας δακρύω, ἐπὶ κλίνης μου προσθήναί μοὶ χρόνους ζωῆς. Ἀλλὰ τὶς Ἡσαϊας, παραστήσεταί μοὶ ψυχή, εἰ μὴ ὁ πάντων Θεός;

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Βοήσασα, πρὸς τὴν ἄχραντον, Θεομήτορα πρὶν ἀπεκρούσω, λύσσαν παθῶν βιαίων ὀχλούντων, καὶ κατήσχυνας, ἐχθρὸν τὸν πτερνίσαντα. Ἀλλὰ δὸς νὺν βοήθειαν ἐκ θλίψεως, καμοὶ τῶ δούλω σου.

Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὃν ἔστερξας, ὃν ἐπόθησας, δι' ὃν ἔτηξας σάρκας Ὁσία, αἴτησαι νὺν Χριστὸν ὑπὲρ δούλων, ὅπως ἵλεως γενόμενος πάσιν ἡμῖν, εἰρηναίαν κατάστασιν βραβεύσειε, τοὶς σεβομένοις αὐτόν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Τῆς πίστεως ἐν τῇ πέτρα με, ταὶς πρεσβείαις σου στήριξον Πάτερ, φόβω μὲ τῶ ἐνθέω τειχίζων, καὶ μετάνοιαν, Ἀνδρέα παράσχου μοὶ νύν, δυσωπῶ σὲ καὶ ῥύσαί με, παγίδος ἐχθρῶν, τῶν ἐκζητούντων με.

Δόξα...

Τριὰς ἁπλή, ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς καὶ ἅγια τρία, καὶ ἐν ἅγιον ὑμνεῖται Θεὸς ἡ Τριάς, ἀλλ' ἀνύμνησον, δόξασον ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.

Καὶ νύν... Θεοτοκίον

Ὑμνούμέν σε, εὐλογούμέν σε, προσκυνούμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέωξας ἡμῖν, τοὶς ἐν γῆ τᾷ ἐπουράνια.