Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 27 Απριλίου 2009

ΙΕΡΕΥΣ ΙΕΡΩΤΑΤΟΣ, ΑΘΛΗΤΗΣ ΕΝΝΟΜΩΤΑΤΟΣ....ΛΥΣΙΝ ΠΤΑΙΣΜΑΤΩΝ ΛΑΜΒΑΝΟΝΤΕΣ....

Ἱερεὺς Ἱερώτατος, ἀθλητὴς ἐννομώτατος, συγγενὴς τοῦ κτίσαντος, ἀληθέστατος, θαυματουργὸς ὑπερθαύμαστος, φωστὴρ διαυγέστατος, πλανωμένων ὁδηγός, Συμεὼν ἀναδέδειξαι, στῦλος ἄσειστος, τῆς σεπτῆς Ἐκκλησίας καὶ τῆς ἄνω, βασιλείας κληρονόμος, καὶ τῶν Ἀγέλλων ἰσότιμος.
Μετὰ πόνους τοῦ σώματος, πολυτρόπους θαυμάσιε, μετὰ πᾶσαν βάσανον, πολυώδυνον, μετὰ μυρία παλαίσματα, Σταυρῶ προσωμίλησας, ἐκμιμούμενος Χριστόν, σταυρωθέντα θελήματι, ὅθεν σήμερον, Συμεών σου τὴν μνήμην τὴν φωσφόρον, ἐκτελοῦντες τὰς αἰσθήσεις, τὰς ψυχικὰς φωτιζόμεθα.
Εἰς ναὸν ἐπουρανιον, Ἱερῶς προσεχώρησας, Ἱερῶ σταζόμενος, μάκαρ αἵματι, καὶ τὴ Τριάδι παρίστασαι, πλουσίως λαμπόμενος, ταὶς ἐκεῖθεν ἀστραπταίς, πηγαζούσαις πανόλβιε, ὅθεν χαίροντες, τὴν ἁγίαν σου μνήμην ἐκτελοῦμεν, Συμεὼν ταὶς σαὶς πρεσβείαις, λύσιν πταισμάτων λαμβάνοντες.