Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 1 Απριλίου 2009

Ο ΦΩΤΙΣΜΟΣ, ΤΩΝ ΕΝ ΣΚΟΤΕΙ ΚΕΙΜΕΝΩΝ, Η ΣΩΤΗΡΙΑ.....ΜΗΤΕΡ ΠΑΛΑΙΣΜΑΣΙΝ....

Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τὴ ἐπιλάμψει σου, ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι.
Συμβολικῶς, ἐκδημοῦσα τοῦ βίου, καὶ πρὸς τὴν θείαν, κατεπειγομένη τῆς ἀπαθείας, τρίβον θεόφρον, διαβέβηκας πόθω, Ἰορδάνου τὰ περιβόητα νάματα, καὶ δόξης ἀρρήτου τετύχηκας.
Ἀρρενωπόν, τὴν ψυχὴν κεκτημένη πρὸς τοὺς ἀγῶνας, ὥρμησας ἀθλοῦσα διαφερόντως, τῶν ἐναντίων, τὴν δυσκάθεκτον πλάνην, καρτεροῦσα νεανικώτατα, τὸ τῆς ἐγκρατείας Μαρία ἀγλάϊσιμα.
Γνώμη στερρά, ἐκτινάξασα Μῆτερ τὴν γυναικείαν, φύσιν καὶ τὰ πάθη δι' ἐγκρατείας, σὺ λουσαμένη, ὡς ἐν θείῳ λειμώνι, ἐν ἐρήμῳ περιπολεύουσα, ἔχαιρες ὁρῶσα τὸ κάλλος τοῦ Κτίστου σου.
Λόγοις ὁ πρίν, ὑποφθείρας τὴν Εὔαν ἓν Παραδείσω, καὶ τῆς ἀϊδίου τρυφῆς ἐκείνης, ἐξοστρακίσας, μηχαναὶς πολυτρόποις, νὺν πατεῖται καὶ καταβέβληται, τοίς ἀνδρικωτάτοις σου Μῆτερ παλαίσμασιν.