

Συναξάριον
ΤΗ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παφνουτίου.
Συναξάριον
Τὴ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παφνουτίου.
Στίχοι
· Τὸν Παφνούτιον γὴς τάφω κεκρυμμένον,
· Ἀπεικὸς ἐστι καὶ σιγῆς κρύψαι τάφω.
· Τὴ δ' ἐνάτη δεκάτη Παφνούτιον ἔνθεν ἄειραν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου, τοῦ ἐν Πέργῃ τῆς Παμφυλίας.
Στίχοι
· Κοινωνὸς ὤφθης, Θεόδωρε, τοῦ πάθους,
· Τῶ καὶ παθητῶ, καὶ παθῶν ὑπερτέρω.
Τὴ αὐτὴ ἡμέρα. ἡ Ἁγία Μάρτυς Φιλίππα, ἡ μήτηρ τοῦ Ἁγίου Θεοδώρου, ξίφει τελειοῦται.
Στίχοι
· Φιλῶ Φιλίππαν, ὡς ἀθλητοῦ μητέρα,
· Φιλῶ Φιλίππαν, ὦς ἀθλοῦσαν ἐκ ξίφους.
Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Σωκράτης καὶ Διονύσιος, λόγχη τρωθέντες τελειοῦνται.
Στίχοι
· Ἔνυξε λόγχη νεκρὸν Ὑψίστου πάλαι,
· Νύττει δὲ καὶ νὺν Μάρτυρας ζῶντας δύο.
Τὴ αὐτὴ ἡμέρα, Μνήιμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Πισιδίας τοῦ Ὁμολογητοῦ.
Στίχοι
· Ὁ Γεώργιος, ὡς γεώργιον μέγα,
· Ἔχων ἀπῆλθεν εἶδος ἀρετῆς ἄπαν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τρύφωνος Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῇ Ἁγιωτάτη Μεγάλη Ἐκκλησία.
Στίχοι
· Θεὸν ποθήσας ὁ τρυφὴν μισῶν Τρύφων,
· Θεοῦ παρέστη τῶ κατοικητηρίω.
Τὴ ἁγία καὶ μεγάλη Κυριακὴ τοῦ Πάσχα, αὐτὴν τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι
· Χριστὸς κατελθῶν πρὸς πάλην Ἄδου μόνος
· Λαβὼν ἀνῆλθε πολλὰ τῆς νίκης σκύλα.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.