Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῶ τὰς χείρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
· Αἱ χείρές σου ἐποίησάν με, καὶ ἔπλασάν με, συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.
· Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὸν πάντων Κτίστην, τοὶς σοὶς γὰρ παθήμασιν ἔχομεν, τὴν ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς.
· Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
· Ἔφριξεν ἡ γῆ, καὶ ὁ ἥλιος Σῶτερ ἐκρύβη, σοῦ τοῦ ἀνεσπέρου φέγγους Χριστέ, δύναντος ἐν τάφῳ σωματικῶς.
· Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθεία ἐταπείνωσάς με.
· Ὑπνωσας Χριστέ, τὸν φυσίζωον ὕπνον ἐν τάφῳ, καὶ βαρέως ὕπνου ἐξήγειρας, τοῦ τῆς ἁμαρτίας, τὸ τῶν ἀνθρώπων γένος.
· Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῶ δούλω σου.
· Μόνη γυναικῶν, χωρὶς πόνον ἔτεκόν σε Τέκνον, πόνους δὲ νὺν φέρω πάθει τῶ σῶ, ἀφορήτους, ἔλεγεν ἡ Σεμνή.
· Ἐλθέτωσάν μοὶ οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι...
· Ἄνω σὲ Σωτήρ, ἀχωρίστως τῶ Πατρὶ συνόντα, κάτω δὲ νεκρὸν ἡπλωμένον γῆ, φρίττουσιν ὁρῶντα τὰ Σεραφίμ.
· Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ...
· Ῥήγνυται ναοῦ, καταπέτασμα τὴ σὴ σταυρῶ, σε, κρύπτουσι φωστῆρες Λόγε τὸ φῶς, σοῦ κρυβέντος Ἤλιε ὑπὸ γήν.
· Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.
· Γὴς ὁ καταρχάς, μόνω νεύματι πήξας τὸν γῦρον, ἄπνους ὡς βροτὸς καθυπέδυ γήν, φρίξον τῶ θεάματι οὐρανέ.
· Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.
· Ἔδυς ὑπὸ γὴν ὁ τὸν ἄνθρωπον χειρί σου πλάσας, ἵν' ἐξαναστήσης τοῦ πτώματος, τῶν βροτῶν τὰ στίφη, πανσθενεστάτω κράτει.
· Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου...
· Θρῆνον ἱερόν, δεῦτε ἄσωμεν Χριστῷ θανόντι, ὡς αἱ Μυροφόροι γυναῖκες πρίν, ἵνα καὶ τὸ Χαῖρε ἀκουσώμεθα σὺν αὐταῖς.
· Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου...
· Μύρον ἀληθῶς, σὺ ἀκένωτον ὑπάρχεις Λόγε, ὅθεν σοὶ καὶ μύρα προσέφερον, ὡς νεκρῶ τῶ ζώντι, γυναῖκες Μυροφόροι.
· Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
· Ἄδου μὲν ταφείς, τὰ βασίλεια Χριστὲ συντρίβεις, θάνατον θανάτω δὲ θανατοῖς, καὶ φθορὰς λυτροῦσαι τοὺς γηγενεῖς.
· Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου;
· Ῥεῖθρα τῆς ζωῆς, ἡ προχέουσα Θεοῦ σοφία, τάφον ὑπεισδύσα ζωοποιεῖ, τοὺς ἐν τοῖς ἀδύτοις Ἄδου μυχοίς.
· Διηγήσαντό μοὶ παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε.
· Ἴνα τὴν βροτῶν, καινουργήσω συντριβεῖσαν φύσιν, πέπληγμαι θανάτω θέλων σαρκί. Μῆτερ οὖν μὴ κόπτου τοὶς ὀδυρμοίς.
· Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια...
· Ἔδυς ὑπὸ γήν, ὁ φωσφόρος τῆς δι' καιοσύνης καὶ νεκροὺς ὥσπερ ἐξ ὕπνου ἐξήγειρας, ἐκδιώξας ἄπαν, τὸ ἐν τῷ Ἅδη σκότος.
· Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῆ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.
· Κόκκος διφυής, ὁ φυσίζωος ἐν γὴς λαγόσι, σπείρεται σὺν δάκρυσι σήμερον, ἀλλ' ἀναβλαστήσας, Κόσμον χαροποιήσει.
· Κατὰ τὸ ἔλεός σου ζήσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.
· Ἕπτηξεν Ἀδάμ, Θεοῦ βαίνοντος ἐν Παραδείσῳ, χαίρει δὲ πρὸς Ἅδην φοιτήσαντος, πεπτωκὸς τὸ πρώην, καὶ νὺν ἐγηγερμένος.
· Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῶ.
· Σπένδει σοὶ χοάς, ἡ τεκούσά σε Χριστὲ δακρύων, σαρκικῶς κατατεθέντι ἐν μνήματι, ἐκβοῶσα. Τέκνον, ἀνάστα ὡς προέφης.
· Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου...
· Τάφω Ἰωσήφ, εὐλαβῶς σὲ τῶ καινῶ συγκρύπτων, Τύμνους ἐξοδίους θεοπρεπεῖς, τοὶς συμμίκτοις θρήνοις μέλπει σοὶ Σωτήρ.
· Τὴ διατάξει σου διαμένει ἡμέρα...
· Ἦλοις σὲ Σταυρῶ, πεπαρμένον ἡ σὴ Μήτηρ Λόγε, βλέψασα τοὶς ἤλοις λύπης πικράς, βέβληται καὶ βέλεσι τὴν ψυχήν.
· Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μοῦ ἐστι...
· Σὲ τὸν τοῦ παντός, γλυκασμὸν ἡ Μήτηρ καθορῶσα, πόμα ποτιζόμενον τὸ πικρόν, δάκρυσι τὰς ὄψεις βρέχει πικρῶς.
· Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι, τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με.
· Τέτρωμαι δεινῶς, καὶ σπαράττομαι τὰ σπλάγχνα Λόγε, βλέπουσα τὴν ἄδικόν σου σφαγήν, ἔλεγεν ἡ Πάναγνος ἐν κλαυθμῷ.
· Σὸς εἰμι ἐγώ, σώσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
· Ὄμμα τὸ γλυκύ, καὶ τὰ χείλη σου πῶς μύσω Λόγε; πῶς νεκροπρεπῶς δὲ κηδεύσω σε; φρίττων ἀνεβόα ὁ Ἰωσήφ.
· Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με...
· Ὕμνους Ἰωσήφ, καὶ Νικόδημος ἐπιταφίους, ἄδουσι Χριστῷ νεκρωθέντι νύν, ἄδει δὲ σὺν τούτοις καὶ Σεραφίμ.
· Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα.
· Δύνεις ὑπὸ γήν, Σῶτερ Ἤλιε δικαιοσύνης, ὅθεν ἡ τεκοῦσα Σελήνη σε, ταὶς λύπαις ἐκλείπει, σὴς θέας στερουμένη.
· Ὥς ἠγάπησα τὸν νόμον σου, Κύριε!
· Ἔφριξεν ὁρῶν, Σῶτερ, Ἅδης σὲ τὸν ζωοδότην, πλοῦτον τὸν ἐκείνου σκυλεύοντα, καὶ τοὺς ἀπ' αἰῶνας, νεκροὺς ἐξανιστώντα.
· Ὑπὲρ τοὺς ἐχθρούς σου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμὴ ἐστι.
· Ἥλιος φαιδρόν, ἀπαστράπτει μετὰ νύκτα Λόγε, καὶ σὺ δ' ἀναστὰς ἐξαστράψειας, μετὰ θάνατον φαιδρὼς ὡς ἐκ παστοῦ.
· Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνήκα...
· Γῆ σὲ πλαστουργέ, ὑπὸ κόλπους δεξαμένη τρόμω, συσχεθεῖσα Σῶτερ τινάσσεται, ἀφυπνώσασα νεκροὺς τῶ τιναγμῶ.
· Ὑπὲρ πρεσβυτέρους συνήκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
· Μύροις σὲ Χριστέ, ὁ Νικόδημος καὶ ὁ Εὐσχήμων, νὺν καινοπρεπῶς περιστείλαντες. Φρῖξον, ἀνεβόων, πᾶσα ἡ γῆ.
· Ἐκ πάσης ὁδοῦ πονηρὰς ἑκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.
· Ἔδυς Φωτουργέ, καὶ συνέδυ σοὶ τὸ φῶς ἠλίου, τρόμω δὲ ἡ Κτίσις συνεχεται, πάντων σὲ κηρύττουσα Ποιητήν.
· Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με.
· Λίθος λαξευτός, τὸν ἀκρόγωνον καλύπτει λίθον, ἄνθρωπος θνητὸς δ' ὡς θνητὸν Θεόν, κρύπτει νὺν τῶ τάφω, φρίξον ἡ γῆ !
· Ὡς γλυκέα τῶ λάρυγγί μου τὰ λόγιά σου! ὑπὲρ μέλι τῶ στόματί μου.
· Ἴδε Μαθητήν, ὃν ἠγάπησας καὶ σὴν Μητέρα, Τέκνον, καὶ φθογγὴν δὸς γλυκύτατον, ἔκραζε δακρύουσα ἡ Ἁγνή.
· Ἀπὸ τῶν ἐντολῶν σου συνήκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.
· Σὺ ὡς ὧν ζωῆς, χορηγὸς Λόγε τοὺς Ἰουδαίους, ἐν Σταυρῷ ταθεῖς οὐκ ἐνέκρωσας, ἀλλ' ἀνέστησας καὶ τούτων τοὺς νεκρούς.
· Λύχνος τοὶς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταὶς τρίβοις μου.
· Κάλλος Λόγε πρίν, οὐδὲ εἶδος ἐν τῷ πάσχειν ἔσχες, ἀλλ' ἐξαναστὰς ὑπερέλαμψας, καλλωπίσας τους βροτοὺς θείαις αὐγαίς.
· Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
· Ἔδυς τὴ σαρκί, ὁ ἀνέσπερος εἰς γὴν φωσφόρος, καὶ μὴ φέρων βλέπειν ὁ ἥλιος, ἐσκοτίσθη μεσημβρίας ἐν ἀκμῇ.
· Ἐταπεινώθην ἕως σφόδρα, Κύριε...
· Ἥλιος ὁμοῦ, καὶ σελήνη σκοτισθέντες Σῶτερ, δούλους εὐνοοῦντας εἰκόνιζον, οἱ μελαῖνας ἀμφιέννυνται στολάς.
· Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.
· Οἴδέ σε Θεόν, Ἑκατόνταρχος κὰν ἐνεκρώθης, πῶς σὲ οὖν Θεέ μου ψαύσω χερσὶ; φρίττω, ἀνεβόα ὁ Ἰωσήφ.
· Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός...
· Ὕπνωσεν Ἀδάμ, ἀλλὰ θάνατον πλευρὰς ἐξάγει, σὺ δὲ νὺν ὑπνώσας Λόγε Θεοῦ, βρύεις ἐκ πλευρᾶς σου Κόσμω ζωήν.
· Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοί, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.
· Ὕπνωσας μικρόν, καὶ ἐζώωσας τοὺς τεθνεώτας, καὶ ἐξαναστὰς ἐξανέστησας, τοὺς ὑπνοῦντας ἐξ αἰῶνος Ἀγαθέ.
· Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μοῦ εἰσιν.
· Ἤρθης ἀπὸ γής, ἀλλ' ἀνέβλυσας τῆς σωτηρίας, τὸν οἶνον ζωήρρυτε ἄμπελε. Δοξάζω τὸ Πάθος καὶ τὸν Σταυρόν.
· Ἔκλινα τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν.
· Πῶς οἱ νοεροί, Ταγματάρχαι σὲ Σωτὴρ ὁρῶντες, γυμνὸν ἠμαγμένον κατάκριτον, ἔφερον τὴν τόλμαν τῶν σταυρωτῶν.,
· Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα.
· Ἀραβιανόν, σκολιώτατον γένος Ἑβραίων, ἔγνως τὴν ἀνέγερσιν τοῦ ναοῦ, διὰ τὶ κατέκρινας τὸν Χριστόν.
· Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σύ...
· Χλαίναν ἐμπαιγμοῦ, τὸν Κοσμήτορα πάντων ἐνδύεις, ὃς τὸν οὐρανὸν κατεστέρωσε, καὶ τὴν γὴν ἐκόσμησε θαυμαστῶς.
· Ἔκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι...
· 'ὥσπερ πελεκᾶν, τετρωμένος τὴν πλευράν σου Λόγε, σοὺς θανέντας παίδας ἐζώωσας, ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.
· Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζήσόν με, καὶ μὴ καταισχύνης μὲ ἀπὸ τῆς προσδοκίας μου.
· Ἥλιον τὸ πρίν, Ἰησοῦς τοὺς ἀλλοφύλους κόπτων, ἔστησεν, αὐτὸς δὲ ἀπέκρυψας, καταβάλλων τὸν τοῦ σκότους ἀρχηγόν.
· Βοήθησόν μοί, καὶ σωθήσομαι...
· Κόλπων πατρικῶν, ἀνεκφοίτητος μεῖνας οἰκτίρμον, καὶ βροτὸς γενέσθαι εὐδόκησας, καὶ εἰς Ἅδην καταβέβηκας Χριστέ.
· Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου...
· Ἤρθη σταυρωθείς, ὁ ἐν ὕδασι τὴν γὴν κρεμάσας, καὶ ὡς ἄπνους ἐν αὐτῇ νὺν προσκλίνεται, ὃ μὴ φέρουσα ἐσείετο δεινῶς.
· Παραβαίνοντας ἑλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου.
· Οἴμοι ὧ Υἱέ! ἡ Ἀπείρανδρος θρηνεῖ καὶ λέγει, ὃν ὡς Βασιλέα γὰρ ἤλπιζον, κατάκριτον νὺν βλέπω ἐν Σταυρῷ.
· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου...
· Ταῦτα Γαβριήλ, μοὶ ἀπήγγειλεν ὅτε κατέπτη, ὃς τὴν βασιλείαν αἰώνιον, ἔφη τοῦ Υἱοῦ μου τοῦ Ἰησοῦ.
· Ἐποίησα κρῖμα καὶ δικαιοσύνην...
· Φεῦ! τοῦ Συμεών, ἐκτετέλεσται ἡ προφητεία, ἡ γὰρ σὴ ῥομφαία διέδραμε, τὴν ἐμὴν καρδίαν Ἐμμανουήλ.
· Ἔκδεξαι τὸν δούλόν σου εἰς ἀγαθόν...
· Κὰν τοὺς ἐκ νεκρῶν, ἐπαισχύνθητε ὧ Ἰουδαῖοι, οὓς ὁ ζωοδότης ἀνέστησεν, ὃν ὑμεῖς ἐκτείνατε φθονερῶς
· Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου...
· Ἔφριξεν ἰδών, τὸ ἀόρατον φῶς σὲ Χριστέ μου, μνήματι κρυπτόμενον ἄπνουν τε, καὶ ἐσκότασεν ὁ ἥλιος τὸ φῶς.
· Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με.
· Ἔκλαιε πικρῶς, ἡ πανάμωμος Μήτηρ σου Λόγε, ὅτε ἐν τῷ τάφω ἑώρακε, σὲ τὸν ἄφραστον καὶ ἄναρχον Θεόν.
· Δούλός σοῦ εἰμι ἐγώ, συνέτισόν με...
· Νέκρωσιν τὴν σήν, ἡ πανάφθορος Χριστέ σου Μήτηρ, βλέπουσα πικρῶς σοὶ ἐφθέγγετο. Μὴ βραδύνης ἡ ζωὴ ἐν τοῖς νεκροῖς.
· Καιρὸς τοῦ ποιῆσαι τῶ Κυρίω, διεσκέδασαν τὸν νόμον σου.
· Ἅδης ὁ δεινός, συνετρόμαξεν ὅτε σὲ εἶδεν, Ἤλιε τῆς δόξης ἀθάνατε, καὶ ἐδίδου τοὺς δεσμίους ἐν σπουδῇ.
· Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.
· Μέγα καί, φρικτον, Σῶτερ θέαμα νὺν καθορᾶται ! ὁ ζωῆς γὰρ θέλων παραίτιος, θάνατον ὑπέστη, ζωῶσαι θέλων πάντας.
· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
· Νύττη τὴν πλευράν, καὶ ἠλοῦσαι Δέσποτα τὰς χείρας, πληγὴν ἐκ πλευρᾶς σου ἰώμενος, καὶ τὴν ἀκρασίαν, χειρῶν τῶν Προπατόρων.
· Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου.
· Πρὶν τὸν τῆς Ῥαχήλ, υἱὸν ἔκλαυσεν ἅπας κατ' οἶκον, νὺν τὸν τῆς Παρθένου ἐκόψατο, Μαθητῶν χορεία σὺν τὴ Μητρί.
· Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους.
· Ῥάπισμα χειρῶν, Χριστοῦ δέδωκαν ἐν σιαγόνι, τοῦ χειρὶ τὸν ἄνθρωπον πλάσαντος, καὶ τὰς μύλας θλάσαντος τοῦ θηρός.
· Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
· Ὕμνοις σου Χριστέ, νὺν τὴν Σταύρωσιν καὶ τὴν Ταφήν τε, ἅπαντες πιστοὶ ἐκθειάζομεν, οἱ θανάτου λυτρωθέντες σὴ ταφή.
Δόξα...
Ἄναρχε Θεέ, συναϊδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν Ἀνάκτων κραταίωσον, κατὰ πολεμίων ὡς ἀγαθός.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.