Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 18 Απριλίου 2009

..... ΕΠΙ ΞΥΛΟΥ ΒΛΕΠΟΥΣΑ......ΤΟΝ ΒΑΣΙΛΕΑ ΤΗΣ ΚΤΙΣΗΣ....ΦΟΒΕΡΟΝ ΚΑΙ ΠΑΡΑΔΟΞΟΝ

Πᾶσα ἡ κτίσις, ἡλλοιοῦτο φόβω, θεωρούσά σε, ἐν σταυρῷ κρεμάμενον Χριστέ, ὁ ἥλιος ἐσκοτίζετο, καὶ γὴς τὰ θεμέλια συνεταράττετο, τὰ πάντα συνέπασχον, τῶ τὰ πάντα κτίσαντι, ὁ ἑκουσίως δι' ἡμᾶς ὑπομεῖνας, Κύριε δόξα σοί.
Λαὸς δυσσεβὴς καὶ παράνομος, ἵνα, τὶ μελετᾷ κενὰ; ἵνα τὶ τὴν ζωὴν τῶν ἁπάντων θανάτω κατεδίκασε; Μέγα θαώμα! ὅτι ὁ Κτίστης τοῦ Κόσμο, εἰς χείρας ἀνόμων παραδίδοται, καὶ ἐπὶ ξύλου ἀνυψοῦται, ὁ φιλάνθρωπος, ἵνα τοὺς ἐν Ἅδη δεσμώτας ἐλευθερώσῃ κράζοντας. Μακρόθυμε Κύριε δόξα σοί.
Σήμερον σὲ θεωροῦσα, ἡ ἄμεμπτος Παρθένος, ἐν Σταυρῷ Λόγε ἀναρτώμενον, ὀδυρομένη μητρῷα σπλάγχνα, ἐτέτρωτο τὴν καρδίαν πικρῶς, καὶ στενάζουσα ὀδυνηρῶς ἐκ βάθους ψυχῆς, παρειὰς σὺν θριξὶ καταξαίνουσα, κατετρύχετο, διὸ καὶ τὸ στῆθος τύπτουσα, ἀνέκραγε γοερῶς. Οἴμοι θεῖον Τέκνον! οἴμοι τὸ φῶς τοῦ Κόσμου! τὶ ἔδυς ἐξ ὀφθαλμῶν μου, ὁ Ἀμνὸς τοῦ Θεοῦ; ὅθεν αἱ στρατιαὶ τῶν Ἀσωμάτων, τρόμω, συνείχοντο λέγουσαι. Ἀκατάληπτε Κύριε δόξα σοί.
Ἐπὶ ξύλου βλέπουσα, κρεμάμενον Χριστέ, σὲ τὸν πάντων Κτίστην καὶ Θεόν, ἡ σὲ ἀσπόρως τεκοῦσα, ἐβόα πικρῶς. Υἱέ μου, ποῦ τὸ κάλλος ἔδυ τῆς μορφῆς σου; οὐ φέρω καθορᾶν σε, ἀδίκως σταυρούμενον, σπεῦσον οὖν ἀνάστηθι, ὅπως ἴδω καγῶ, σοῦ τὴν ἐκ νεκρῶν, τριήμερον ἐξανάστασιν.
Σήμερον ὁ Δεσπότης τῆς κτίσεως, παρίσταται Πιλάτω, καὶ σταυρῶ παραδίδοται ὁ Κτίστης τῶν ἁπάντων, ὡς ἀμνὸς προσαγόμενος τὴ ἰδία βουλήσει, τοὶς ἤλοις προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται, καὶ τῶ σπόγγω προσψαύεται, ὁ μάννα ἑπομβρήσας, τὰς σιαγόνας ῥαπίζεται, ὁ Λυτρωτὴς τοῦ Κόσμου, καὶ ὑπὸ τῶν ἰδίων δούλων ἐμπαίζεται, ὁ Πλάστης τῶν ἁπάντων. Ὧ Δεσπότου φιλανθρωπίας! ὑπὲρ τῶν σταυρούντων παρεκάλει τὸν ἴδιον Πατέρα, λέγων. Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ, γὰρ οἴδασιν οἱ ἄνομοι, τὶ ἀδίκως πράττουσιν.
Ὦ! πῶς ἡ παράνομος συναγωγή, τὸν Βασιλέα τῆς Κτίσεως κατεδίκασε θανάτω, μὴ αἰδεσθεῖσα τὰς εὐεργεσίας, ἃς ἀναμιμνήσκων, προησφαλίζετο λέγων πρὸς αὐτούς. Λαός μου τὶ ἐποίησα ὑμῖν, οὐ θαυμάτων ἐνέπλησα τὴν Ἰουδαίαν, οὐ νεκροὺς ἐξανέστησα μόνω τῶ λόγῳ; οὐ πᾶσαν μαλακίαν ἐθεράπευσα καὶ νόσον, τὶ οὖν μοὶ ἀνταποδίδοτε; εἰς τὶ ἀμνημονείτέ μου; ἀντὶ τῶν ἰαμάτων πληγὰς μοὶ ἐπιθέντες, ἀντὶ ζωῆς νεκροῦντες, κρεμῶντες ἐπὶ ξύλου, ὡς κακοῦργον, τὸν εὐεργέτην, ὡς παράνομον, τόν νομοδότην, ὡς κατάκριτον, τὸν πάντων βασιλέα. Μακρόθυμε Κύριε δόξα σοί.
Φοβερὸν καὶ παράδοξον Μυστήριον, σήμερον ἐνεργούμενον καθορᾶται. Ὁ ἀναφῆς κρατεῖται, δεσμεῖται, ὁ λύων τὸν Ἀδὰμ τῆς κατάρας. Ὁ ἐτάζων καρδίας καὶ νεφρούς, ἀδίκως ἐτάζεται, εἱρκτὴ κατακλείεται, ὁ τὴν ἄβυσσον κλείσας, πιλάτω παρίσταται, ὧ τρόμω παρίστανται οὐρανῶν αἱ Δυνάμεις, ῥαπίζεται χειρὶ τοῦ πλάσματος, ὁ Πλάστης, ξύλω κατακρίνεται, ὁ κρίνων ζῶντας καὶ νεκρούς, τάφω κατακλείεται, ὁ καθαιρέτης τοῦ Ἄδου. Ὁ πάντα φέρων συμπαθῶς, καὶ πάντας σώσας τῆς ἀρᾶς, ἀνεξίκακε Κύριε δόξα σοί.